1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

7

ἐλευθερίας εἰς δουλείαν, καὶ γεγόνασιν ἀντὶ ἐνδόξων ἠμαυρωμένοι καὶ ἀφανεῖς ἐξ ἀτιμίας καὶ ὕβρεως· δι' ἅπερ εἰς διηνεκῆ πέπτωκε λύπην ἡ πόλις. 31 Ἡ πρόνοια, φησίν, ἐπὶ τοῖς ἐμοῖς ἀσεβήμασιν οὐ κεκοίμηται· θεὸς γὰρ ὥσπερ εἰς χεῖρας λαβὼν αὐτὰ διὰ τῆς ἐξετάσεως τοῖς διὰ τὴν ἀνταπόδοσιν ἐνέπλεξεν ἔργοις. καὶ γέγονέ μοι ταῦτα καθάπερ ἐπὶ τραχήλου ζυγὸς καὶ δουλείαν ἐπέθηκεν· ἣν γὰρ ἐδούλευσα τῷ Ναβουχοδονόσορ δουλείαν, τὰ ἐμά ἐστιν ἀσεβήματα, διόπερ ἄτονος γέγονα παραδοθεῖσα τούτοις ὧν ὑποστῆναι τὴν δεσποτείαν οὐ δύναμαι . Καὶ μετ' ὀλίγα· Ὁ ζυγὸς αὐτοῦ κατὰ τοῦ τραχήλου μου . δείκνυται δὲ διὰ τοῦ παρόντος ῥητοῦ τροπικώτερον δεῖν ἐκλαμβάνεσθαι τὰ ὡς περὶ παθῶν ἡμετέρων λεγόμενα <περὶ> τοῦ θεοῦ. πῶς γὰρ ἂν ἄλλως νοηθείη τὰ τῆς Ἱερουσαλὴμ ἀσεβήματα τῇ τοῦ θεοῦ συμπεπλεγμένα χειρὶ ἢ τροπικῶς; οὐ γὰρ ἄν τις λέγοι καὶ ταῦτα σωματικῶς. πῶς δὲ οὐκ ἄτοπον, τῆς μὲν Ἱερουσαλὴμ πόλεως οὔσης τὸν τράχηλον λαμ βάνεσθαι τροπικῶς, τὰ ὡς θεοῦ δὲ λεγόμενα μέλη μὴ τὸν αὐτὸν ἀκούεσθαι τρόπον; λεγέσθω δὲ τὰ νῦν ὡς ὑπὸ ψυχῆς εἰς ἀσέβειαν ὑπνωσάσης, ἐν τῷ ἀφηνιακέναι μὲν ἀπὸ τοῦ σωτηρίου ζυγοῦ τοῦ ὑγιοῦς λόγου, ὃν ὁ σωτὴρ ὀνομάζει χρηστόν, ὑποδῦναι δὲ τὸν τῶν ἀσεβημάτων, δι' ὧν ἠτόνησεν ἀφεθεῖσα τῆς θείας ἐπισκοπῆς καὶ παραδοθεῖσα τῇ βασιλευούσῃ τῶν κακῶν ἁμαρτίᾳ, ἧς τοῖς θελήμασι διὰ τὸ ἀπεριόριστον καὶ ἄπειρον τῆς κακίας οὐ δύναται πάντῃ ὑπουργῆσαι καὶ κόρον αὐτῇ παρασχεῖν. ταπεινοῖ δὲ ὄντως ἡ ἁμαρτία καὶ ἄγχει καὶ κάτω βλέπειν ποιεῖ· ζυγὸς δὲ καὶ τὸ συνειδὸς ἄγχον ἀεὶ καὶ τιτρῶσκον καὶ ἀνανεύειν μὴ συγχωροῦν καὶ πάσης ἀφαιρού μενον παρρησίας. πάρεσιν δέ, φησί, καὶ τῆς ἰσχύος ᾗ μὴ καλῶς ἐχρησάμην ἐποίησε, καὶ λύομαι τὰ συνέχοντά με θεωροῦσα κακά. 32 Οὐκ ἐκ μέσου μου ἐξῆρεν αὐτούς (εἰ γὰρ καὶ ἀπεστερήμην αὐτῶν, ἀλλ' ἐξῆν εἰς ἕτερα καταχρήσασθαι), ἀλλ' ἐν μέσῳ μου πα θεῖν αὐτοὺς κατεδίκασε δι' ἅπερ ἠσέβησα, καὶ πεπόνθασιν οἱ ἐκλεκ τοί μου τὰ χαλεπώτατα, αὐτοῦ τοῦ κυρίου τὸν οἶνον τοῦ θυμοῦ αὐτοῦ ἐν ληνῷ πατήσαντος εἰς πλησμονὴν ἐμοὶ καὶ τῇ παρθένῳ τοῦ βασιλικωτάτου Ἰούδα . λέγοι δ' ἂν ἰσχυροὺς μὲν τοὺς δυνα τοὺς ἐν πολέμῳ καὶ τῆς πατρίδος ὑπερασπίζοντας, ἐκλεκτοὺς δὲ τοὺς εὐγενεῖς ἢ σοφούς. σαφηνίζει δὲ τὸ ληνὸν ἐπάτησεν τὸ περὶ τῆς τῶν ἁμαρτωλῶν τιμωρίας ἐν Ψαλμοῖς εἰρημένον· «ποτήριον ἐν χειρὶ κυρίου, οἴνου ἀκράτου πλῆρες κεράσματος», κλινόμενον ἐκ τοῦδέ τινος τοῦ κολαζομένου ἐπὶ τόνδε τὸν κολαζόμενον, ἕως πίωσι «πάν τες οἱ ἁμαρτωλοὶ τῆς γῆς», τῆς τρυγὸς ὑπολειπομένης τοῖς ἁμαρτω λοτέροις ἔτι τούτων ὑπάρχουσιν, εἰς οὓς τελευταίους «ὁ τρυγίας» ἐκκενωθήσεται. 33 Οὐ χαλεπὸν δὲ ἰδεῖν, πῶς ληνὸν ἐπάτησε κύριος παρθένῳ θυγατρὶ Ἰούδα · ἐπεὶ γὰρ «ἃ σπείρει ἕκαστος, ταῦτα καὶ θερίσει», τάχα δὴ καὶ ἃ γεωργεῖ, ταῦτα καὶ τρυγᾷ. ὁ μὲν οὖν κρείττονα οἶνον ποιήσας εὐφρανθήσεται ἀπὸ τῶν ἰδίων γεννημάτων, ὁ δὲ γεωργήσας «ἄμπελον Σοδόμων καὶ κληματίδα Γομόρρας καὶ καρποφορήσας στα φυλὴν χολῆς καὶ βότρυν πικρίας καὶ θυμὸν ἀσπίδων ἀνίατον, πάν των ὑπὸ κυρίου συναγομένων» εἰς μίαν ληνόν , πατουμένων τῶν κακῶν ἔργων αὐτοῦ καὶ θλιβομένων, τοῖς τοιούτοις ἀκολούθως καρποῖς πίεται ὑπὲρ τοῦ τὴν χολὴν ἐμέσαι καὶ τὴν πικρίαν καὶ τὸν θυμόν. καὶ πίεται, κατὰ μὲν τὸν Ἱερεμίαν εἰς τὸ ἐξεμέσαι, κατὰ δὲ τὸν Ἡσαΐαν εἰς τὸ ἐξεγερθῆναι καὶ ἐνδύσασθαι δόξαν τὴν συγγενῆ· οὐ γὰρ μάτην ληνὸν πατεῖ κύριος , καὶ μάλιστα παρθένῳ θυ γατρὶ Ἰούδα . 34 Ἡ τοίνυν ψυχὴ πολλὰ παρὰ τοῦ κτίσαντος αὐτὴν λαβοῦσα δυ νατά τε καὶ ἐκλεκτὰ χαρίσματα, τούτων διὰ κακίαν ἐστερημένη καὶ τίνουσα δίκας, ὃ πέπονθεν ὁμολογεῖ. ὁ δὲ κληθεὶς εἰς τὸ συντρι βῆναι καιρός ἐστιν ὁ τῆς ἀνταποδόσεως, ὅτε κατὰ τὸν Ἰεζεκιὴλ «οὐ μνησθήσεται πάντων τῶν δικαιωμάτων ὧν πεποίηκεν ὁ δίκαιος ἐν ἡμέρᾳ ἁμαρτίας αὐτοῦ». πενθοῦσα δὲ τὰ συμβεβηκότα ὠφελεῖται, τῶν πενθούντων καὶ κλαιόντων ἐπαγγελίαν ἐχόντων τὴν παράκλησιν καὶ τὸν γέλωτα. 35 Αἴτιον εἶναι τῶν ὀδυρμῶν ἔφη τὸ μὴ εἶναι τὸν ἐπιστρέφοντα τὴν