παριστᾷ ἡ προφητεία· «Ἀμπελὼν γὰρ ἐγεννήθη ἐν κέρατι». Τίνι κέ ρατι; Τῷ Χριστῷ τούτῳ, περὶ οὗ λέγει· «ἤγειρεν κέρας ἡμῖν». «Ἤγειρε», φησίν, ἡμῖν ὁ θεὸς καὶ πατὴρ «κέρας σωτηρίας» τὸν Χρι στόν, κατὰ τὴν «τῶν ἁγίων» αὐ τοῦ «προφητῶν» προαγόρευσιν· πᾶσι γὰρ τοῖς προφήταις τὸ περὶ Χριστοῦ κατήγγελται μυστήριον· 10.60 ὃς ἐρρύσατο «ἡμᾶς ἐκ τῶν ἐχ θρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς», ἐχθρῶν δὲ οὐκ αἰσθητῶν, ἀλλὰ νοητῶν. Ἦλθε γὰρ Χριστὸς «κύριος, δυνατὸς ἐν πο λέμῳ», καταργῆσαι πάντας τοὺς ἐχθροὺς ἡμῶν. Τὸ δέ· «ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν» τοῦτο οἶμαι δηλοῦν, ὡς τάχα ἐν τῇ Χριστοῦ ἐπιδημίᾳ καὶ οἱ πατέρες ἡμῶν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ ὅλος ὁ χορὸς τῶν ἁγίων αὐτοῦ προφητῶν καὶ δι καίων ἀπέλαυσαν τοῦ ἐλέους τοῦ θεοῦ. Οὐ γὰρ λέγω, ὅτι πρότερον μὲν ὠφέληντο, ἐν δὲ τῇ Χριστοῦ ἐπιδημίᾳ οὐκ ὠφέληντο. Τί δὲ λέγω τοῦτο περὶ τῶν πατέρων; ἀναβήσο μαι γὰρ τῷ λόγῳ καὶ ἐρῶ πεισθεὶς ταῖς γραφαῖς, ὅτι ἐν τῇ Χριστοῦ παρουσίᾳ οὐ μόνον τὰ ἐπὶ γῆς ὤνατο αὐτοῦ τῆς ἐπιδημίας καὶ τῆς 10.61 οἰκονομίας, ἀλλὰ καὶ τὰ ἐν τοῖς οὐρανοῖς. Ὁ ἀπόστολος γοῦν φησιν· «εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ εἴτε τὰ ἐπὶ γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς»· εἰ δὲ εἰρηνο ποίησεν, τί ὀκνεῖς παραδέξασθαι, ὅτι καὶ πρὸς τοὺς πατέρας ἡ ἐπι σκοπὴ γέγονε ἐν τῇ Χριστοῦ ἐπι δημίᾳ καὶ τοῦτο ἡ εἰς τὸν ᾅδην αὐτοῦ ἄφιξις ἐπραγματεύσατο, ἵνα πλη ρωθῇ τό· «ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν· μνησθῆναι δὲ δια θήκης τῆς πρὸς τὸν Ἀβραὰμ γενο μένης». «Τοῦ δοῦναι ἡμῖν», φησίν, «ἀφόβως ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθῆναι». Πολλάκις ῥύονταί τινες ἐκ χειρὸς ἐχθρῶν, μετὰ φόβου δέ. Νυνὶ δὲ ἡμᾶς ἡ Χριστοῦ ἐπιδημία πεποίηκεν 10.62 «ἀφόβως ἐκ χειρὸς τῶν ἐχθρῶν» ῥυσθῆναι· οὐ γὰρ ᾐσθάνθημεν τῆς ἐπιβουλῆς τῶν ἐχθρῶν, ἀλλ' ὥσπερ αἰφνίδιον ἡμᾶς ἔλαβεν οὐκ αἰσθαν θέντας τῆς ἐπιβουλῆς τῶν ἐχθρῶν· καὶ εἰ δεῖ οὕτως εἰπεῖν, ἀναισθητοῦν τας μετέστησεν ἀπ' ἐκείνων «ἐπὶ τὸν κλῆρον καὶ τὴν μερίδα» αὐτοῦ. ∆ιὸ καὶ ἡμεῖς ὀφείλομεν «λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ», ὅπερ γίνεται διὰ τῆς ἐκπληρώσεως πασῶν τῶν ἁγίων αὐ τοῦ ἐντολῶν, οὐ πρὸς ὀλίγον μόνον καιρόν, ἀλλὰ «πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν». «Καὶ σύ, παιδίον», φησίν· ἐζήτουν κατ' ἐμαυτόν, διὰ τί 10.63 τὴν περὶ Ἰωάννου προφητείαν οὐκ εἶπεν ὡς περὶ αὐτοῦ, ἀλλ' ὡς πρὸς αὐτόν· λέγει γάρ· «καὶ σύ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ». Περισσὸν γάρ ἐστι τὸ λέγειν τῷ μὴ ἀκούοντι· τί δήποτε οὖν ὡς πρὸς ἀκούοντα ταῦτά φησιν; Μήποτε οὖν παράδοξον γένεσιν ἀναλαβὼν ὁ Ἰω άννης-ἅτε ἀρχαγγέλου ταύτην κη ρύξαντος καὶ ἅτε τῆς Μαρίας μετὰ τὸ συνειληφέναι τὸν κύριον παρούσης τῇ Ἐλισάβετ καὶ αὐτῷ ἤδη γεννω μένῳ- παράδοξον ἤδη καὶ τὴν παρα 10.64 κολούθησιν εἶχεν ἐξ ἀρχῆς. Εἰ δὲ ἀπιστεῖς, εἰ παρακολουθεῖ ὁ Ἰωάννης ἅμα τῷ γεννηθῆναι τῇ προ φητείᾳ καὶ ἤκουεν τοῦ· «Καὶ σύ, παι δίον, προφήτης ὑψίστου κληθήσῃ», ἴδε τὸ παραδοξότερον, ὅτι «ἐσκίρτη σεν ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ». Εἰ δὲ ἐν τῇ κοιλίᾳ ὢν ἐσκίρτησεν καὶ ἠγαλλίασεν, τί ἀπιστεῖς, εἰ γε γεννημένος ἅμα τῷ γεννηθῆναι ἤ κουεν τοῦ πατρὸς προφητεύοντος καὶ λέγοντος αὐτῷ· «καὶ σύ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ· προπο ρεύσῃ γὰρ πρὸ προσώπου κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ»; ∆ιὰ τοῦτο τάχιον αὐτῷ παρόντι ὁ πατὴρ προ εφήτευσεν, ἐπειδήπερ ᾔδει ὡς προ 10.65 φήτης, ὅτι μετ' ὀλίγον οὐ μέλλει ἔχειν αὐτὸν παρ' ἑαυτῷ τρεφόμε νον, ἀλλ' «ἐν ταῖς ἐρήμοις» διαιτώ μενον. «Τὸ» γὰρ «παιδίον ἐν ταῖς ἐρήμοις ἦν ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ». Παράδοξον γάρ τι χρῆμα ἦν Ἰω άννης, περὶ οὗ καὶ ἐλέχθη· «ἀπο στέλλω τὸν ἄγγελόν μου πρὸ προσ ώπου σου»· ὡς οὖν ἄγγελος ἀπο σταλεὶς ἤκουεν τοῦ πατρὸς προφη τεύοντος τὰ ἀναγεγραμμένα. 11.66 ∆ιττὸν γὰρ τὸ «αὐξάνειν»· τὸ μὲν σωματικόν, ἔνθα οὐδὲ προαίρεσις ἀνθρώπου συνεργεῖ, τὸ δὲ πνευμα τικόν, ὅπου προαίρεσις αἰτία τῇ αὐξήσει κεῖται. Τὸ οὖν κρεῖττον αὐξάνειν ἀνέγρα ψεν· ὅ<λ>ον γὰρ τὸ λεγόμενον τοι οῦτον· «ηὔξανεν πνεύματι»· οὐ γὰρ