1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

7

κλοπαί, ψευδομαρτυρίαι, βλα σφημίαι», φυτεῖαί εἰσι πεφυτευμέναι οὐχ ὑπὸ τοῦ οὐρανίου πατρός· εἰ θέλεις δὲ ἰδεῖν, τίνος εἰσὶ φυτεῖαι οἱ τοιοῦτοι διαλογισμοί, ἄκουε ὅτι ὁ «ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίη σεν», ὁ ἐπισπείρας τὰ «ζιζάνια <ἀνὰ> μέσον τοῦ σίτου». Ἐφέστηκεν οὖν ὁ θεὸς ἔχων τὰ σπέρματα, καὶ ὁ διάβο λος· ἐὰν διδῶμεν «τόπον τῷ διαβόλῳ», «ὁ ἐχθρὸς» ἐπισπείρει «φυτείαν, ἣν οὐκ ἐφύτευσεν ὁ πατὴρ ὁ οὐρά νιος», πάντως «ἐκριζωθησομένην»· ἐὰν μὴ διδῶμεν «τόπον τῷ διαβόλῳ», ἀλλὰ διδῶμεν τόπον τῷ θεῷ, χαίρων ὁ θεὸς σπείρει τὰ σπέρματα αὐτοῦ ἐπὶ τὸ ἡγεμονικὸν ἡμῶν. Μὴ νόμιζε τοίνυν τὸν Ἱερεμίαν σκυθρωπόν τι εἰληφέναι δῶρον ἀπὸ τοῦ θεοῦ, ὅτι καθίσταται «ἐπὶ ἔθνη καὶ ἐπὶ βασιλείας, ἐκριζοῦν»· ἀγαθὸς ὁ θεός ἐστι διὰ τῶν λόγων ἐκριζῶν τὰ φαῦλα, τὰς ἐχθρὰς βασιλείας τῶν οὐρανῶν τῇ βα σιλείᾳ, τὰ πολεμικὰ ἔθνη τῷ ἔθνει τῷ τοῦ θεοῦ. 1.15 «Ἐκριζοῦν καὶ κατασκάπτειν.» Ἔστι τις οἰκοδομὴ <τοῦ> διαβόλου, ἔστι τις οἰκοδομὴ τοῦ θεοῦ· ἡ «ἐπὶ τὴν ἄμμον» οἰκοδομὴ τοῦ διαβόλου ἐστίν, ἐπ' οὐδενὶ γὰρ ἐστήρικται ἑδραίῳ καὶ βεβαίῳ καὶ ἡνωμένῳ· ἡ δὲ οἰκοδομὴ ἡ «ἐπὶ τὴν πέτραν» τοῦ θεοῦ ἐστιν. Ὅρα τί λέγεται τοῖς τοῦ θεοῦ· «Θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε.» Οἱ λόγοι τοίνυν τοῦ θεοῦ «ἐπὶ ἔθνη καὶ βασιλείας» εἰσίν, «ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν». Ἐὰν ἐκριζωθῇ μέν, μὴ ἀπόληται δὲ τὸ ἐκριζωθέν, <ἔστι τὸ ἐκρι ζωθέν>· ἐὰν κατασκαφῇ μέν, οἱ λίθοι δὲ τῆς κατασκαφῆς μὴ ἀπόλωνται, ἔστι τὸ κατασκαφέν· ἔργον οὖν ἐστι τῆς ἀγαθότητος τοῦ θεοῦ μετὰ τὸ ἐκριζῶσαι ἀπολέσαι τὸ ἐξερριζωμένον, μετὰ τὸ καθελεῖν ἀπολέσαι τὸ καθῃρημένον. Ἀνάγνωθι ἐπιμελῶς ἐπὶ μὲν τῶν ἀπολλυμένων καὶ ἐκριζου μένων, πῶς ἀπόλλυνται τὰ τοιαῦτα· «τὸ δὲ ἄχυρον κατα καύσατε πυρὶ ἀσβέστῳ» καὶ «δήσατε δέσμας δέσμας τὰ ζιζάνια καὶ παράδοτε αὐτὰ πυρί»· οὕτως μετὰ τὸ ἐκρι ζοῦσθαι ἀπόλλυται· εἰ θέλεις ἰδεῖν καὶ μετὰ καθαίρεσιν τὰ ἀπολλύμενα τῆς οἰκοδομῆς τῆς ὕλης τῆς φαύλης· «χοῦς» γίνεται ἡ οἰκία ἐκείνη ἡ διὰ τὴν λέπραν καθῃρη μένη καὶ ἐκβάλλεται χοῦς γενομένη «ἔξω τῆς πόλεως», ἵνα μηδὲ λίθος ᾖ μένων, ὁμοίως τῷ «ὡς πηλὸν πλατειῶν λεανῶ αὐτούς». ∆εῖ γὰρ μηδαμῶς συνεστάναι τὰ χείρονα· κατεσκάφη δέ, <μὴ> οἱ λίθοι ἔστωσαν χρήσιμοι πρὸς τὴν ἄλλην οἰκοδομήν, ἣν δύναται οἰκοδομεῖν ὁ πονηρός· ἐξερ ριζώθη, μὴ πάλιν ἐκ τῶν ἐξερριζωμένων εὕρῃ σπέρματα, ἵνα ἐπισπείρῃ πάλιν τὰ ζιζάνια· πάντως γὰρ ἔχων τὰ σπέρματα τῶν ζιζανίων, ἐπέσπειρεν αὐτά· διὰ τοῦτο «δή σατε τὰ ζιζάνια καὶ κατακαύσατε αὐτὰ πυρί», ἵνα μετὰ τὸ ἐκριζωθῆναι ἀπόληται, καὶ μετὰ τὸ κατασκαφῆναι ἡ τοῦ διαβόλου οἰκοδομὴ ἀπόληται. 1.16 Ἀλλ' οὐκ ἐν τούτοις ἵστανται οἱ λόγοι τοῦ θεοῦ, ἐπὶ τῷ «ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν». Ἔστω γὰρ ἐκρεριζωμένα ἀπ' ἐμοῦ τὰ φαῦλα, κατασκαφέντα τὰ χείρονα, τί μοι ὄφελος, ἐὰν μὴ ἀντὶ τῶν ἐκριζωθέντων καταφυτευθῇ τὰ κρείττονα; τί μοι ὄφελος, ἐὰν μὴ ἀντὶ τούτων ἀνοικοδομηθῇ τὰ διαφέροντα; ∆ιὰ τοῦτο οἱ τοῦ θεοῦ λόγοι ποιοῦσι πρῶτον ἀναγκαίως τὸ «ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν», μεθ' ἃ <τὸ «οἰκοδομεῖν> καὶ καταφυτεύειν», καὶ ἀεὶ ἐν τῇ γραφῇ τετηρήκαμεν τὰ σκυθρωποφανῆ, ἵν' οὕτως ὀνομάσω, πρῶτα ὀνομαζόμενα, εἶτα τὰ δοκοῦντα εἶναι ἱλαρὰ δεύτερα λεγόμενα· «Ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω»· <οὐκ εἶπεν· «ἐγὼ ζῆν ποιήσω», καὶ μετὰ τοῦτο· «ἀποκτενῶ»>· ἀμήχανον γάρ, ὃ πεποίηκε ζῆν ὁ θεός, ἀναιρεθῆναι ὑπ' αὐτοῦ ἢ ὑπ' ἄλλου τινός· ἀλλ' «ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω». Τίνα «ἀπο κτενῶ»; Παῦλον τὸν προδότην, Παῦλον τὸν διώκτην· «καὶ ζῆν ποιήσω», ἵνα γένηται «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ». Ταῦτα εἰ νενοήκεισαν οἱ ταλαίπωροι οἱ ἀπὸ τῶν αἱρέσεων, οὐκ ἂν αὐτὰ συνεχῶς προέφερον ἡμῖν λέγοντες· ὁρᾷς <τὸν> θεὸν τὸν τοῦ νόμου πῶς ἐστιν ἄγριος καὶ ἀπάν θρωπος καὶ λέγει· «Ἐγὼ ἀποκτενῶ, καὶ ζῆν ποιήσω»; Οὐ βλέπεις ἐν ταῖς γραφαῖς ἐπαγγελίαν ἀναστάσεως νεκρῶν; ἢ οὐχ ὁρᾷς τὴν ἀνάστασιν τῶν νεκρῶν ἤδη προοι μιαζομένην καθ' ἕκαστον; «συνετάφημεν» τῷ Χριστῷ «διὰ τοῦ βαπτίσματος» καὶ συνανέστημεν αὐτῷ. Οὐκοῦν