7
Ἄσαρκος ὢν πρὶν Χριστὸς οὐκ ἦν ἐν θέᾳ· Θεὸν γὰρ οὐδείς, φησίν, ἀνθρώπων ἴδεν. Ἐπεὶ δὲ σαρκὸς ἐνδιδύσκεται πάχος, ὁ παντὸς ἔξω καὶ χρόνου τε καὶ τόπου, ἁπτός, παθητὸς γίνεται τῇ συνθέσει· βρέφος κυηθεὶς ἐκ κόρης σπορᾶς ἄνευ αὔξει, διψεῖ πεινεῖ τε καὶ σύμπαν φέρει τῶν ἐν θέσει τε καὶ γραφῇ δεδειγμένων. Πῶς οὖν σὺ λοιπὸν, ὦ παράφρων, ὦ τάλα, οὐ σαρκὶ σεπτῶς Χριστὸν ἐμπεριγράφεις, κατ' εἶδος αὐτοῦ τὴν ὅλην παρουσίαν; Ἀλλ' ἢ μεταγνοὺς πιστὸς ἐκ πλάνης γίνου ἢ τῆς Θεοῦ πόρρωθεν αὐλῆς ἐκφέρου.
34 Ἄλλο
Ὁ Χριστός ἐστι τῇ γραφῇ δεδειγμένος, ἐπεὶ βροτὸς πέφηνεν, ὢν Θεὸς φύσει.
Ὁ μὴ γὰρ οὕτως προσβλέπειν αὐτὸν θέλων, φαντασματωδῶς σωματοῦσθαι προσλέγει. 35 Εἰς τὴν ἁγίαν Θεοτόκον Ἐν εἰκόνι βλέπων σε, μῆτερ Κυρίου, φόβῳ πρόσειμι προσκυνεῖν σε καὶ πόθῳ· χάρις γὰρ ὄντως τηλικαύτη σοι πέλει, ὡς τῇ σκιᾷ σου θαυματουργίας βρύειν.
36 Ἄλλο
Ἐπ' ὠλένης μου μητρόμοιόν μοι βρέφος, τὸν παντάνακτα Χριστόν,
ἐγγράφως φέρω, τὸ φῶς ἀπαστράπτοντα τῆς ἀφθαρσίας καὶ κόσμον ἐξαίροντα δαιμόνων πλάνης.
37 Ἄλλο
Σὺ τὸν Θεὸν τεκοῦσα προὔχεις ἀγγέλων· ὃν οὐ δύνανται καὶ γὰρ αὐτοὶ
προσβλέπειν, ὡς Υἱὸν αὐτὴ χερσὶν ἀχράντοις φέρεις.
38 Ἄλλο
Μητροπρεπῶς τὸν Υἱὸν ἔγγραπτον φέρω, ὡς ἂν φανείη γνήσιον μητρὸς τέκος ὁ πατρομοίως τῆς γραφῆς ἐπηρμένος, ἐπείπέρ ἐστι διττὸς ἀπρὶξ τὴν φύσιν.
39 Εἰς τὴν εἰκόνα τοῦ Χριστοῦ
Ἐξεικόνισμαι, κἂν Θεὸς πέλω φύσει, ἐπείπέρ εἰμι καὶ βροτὸς κατ' οὐσίαν· καὶ
τῇ σκιᾷ μου προσκυνοῦμαι παντί που, μήπω μερισμὸν τοῦ κλέους προσλαμβάνων.
40 Εἰς τὸν ναὸν τῆς Θεοτόκου Τῆς Παρθένου τὸν οἶκον ὁ βλέπων νόει· ναὸς γὰρ αὕτη τοῦ Θεοῦ
δεδειγμένος, ναοὺς ἑαυτῆς πανταχοῦ γαίης ἔχει.
41 Εἰς ἐνδυτήν Τὸν Κοσμοποιὸν σωματούμενον βλέπων σὺν τῇ Τεκούσῃ τῇ γραφῇ τῶν
εἰκόνων, καταπλάγηθι, πῶς Θεὸς βρέφος πέλει ἅπαντά τε δρᾷ πρὸς βροτῶν