8
αὐτοῖς κέχρηται. Εὑρὼν γάρ τινας εἰς αὐτοὺς σάκκινα φοροῦντας ἐχώρισεν αὐτοὺς ἀπὸ τῶν φο ρούντων τὰ ἔρινα ἱμάτια, ὡς ἀπὸ ἀσεβῶν. Ἀλλ' οὐδὲ μέχρι τούτου ἐνεπλήσθη τῆς κατ' αὐτῶν ἀπάτης ὁ διάβολος· πάλιν γὰρ κατα σχίζει τοὺς τὴν ψευδώνυμον ἀπόταξιν περιβεβλημένους. Καὶ μέχρι μὲν τούτου ἦν τις καὶ πρόφασις τῷ διαβόλῳ, δι' ἧς τὸν χωρισμὸν αὐτοῖς ἐποίει· προφάσει γὰρ τετραπόδων ἢ σακκίου ὁ χωρισμὸς ἐγίνετο εἰς αὐτούς. Νυνὶ δὲ πρόφασις οὐδεμία τοῦ χωρισμοῦ, πάντες γὰρ ἴσοι· πάντες γὰρ οὐ τὸ ὄνομα τοῦ Χριστοῦ ἀλλὰ Σίμωνος καὶ Γεμέλλου φέροντες, κἀκεῖνοι Ἀποτακτῖται, καὶ Σίμωνος καὶ Γεμέλλου πάντες διάδοχοι. Καὶ τίς ὁ χωρισμός; Καὶ τίς ἡ αἰτία; Εἴπατε, ἵνα γνῶμεν· ἀπετάξασθε τῷ Χριστῷ καὶ παντὶ τῷ μυστηρίῳ αὐτοῦ, ἔπειτα καὶ ἀλλήλοις μηκέτι εὑρίσκοντες τίνι ἀποτάξασθαι. Ἅπαξ πάντων τῶν ἀγαθῶν ὑστερηθέντες ἀλλήλοις ἀποτάσσονται· ἀλλήλους γὰρ βδελυσσόμενοι καὶ ἀπ' ἀλλήλων χωριζόμενοι ὡς ἀπὸ πολεμίων νομίζουσι χωρίζεσθαι, ὅπερ καὶ ἀπόταξιν ὀνομάζουσιν. Ἴδωμεν δὲ καὶ τὸ ἄλλο σχῆμα ὃ οὗτοι ὡς ἄχρηστον ἀπερ ρίψαντο. Ποῖον ὄνομα αὐτοῖς καινοτομήσουσι τῆς τοιαύτης ἀποτάξεως ἐκβεβλημένοι; Ἀλλ' ὅμως κἀκεῖνοι εὑρίσκουσιν εὐ κόλως ἑαυτοῖς ὄνομα· Ἐγκρατίτας γὰρ ἑαυτοὺς ὀνομάζοντες ὅτι παρατάσσονται ἐκείνοις. Χωρισθέντες γὰρ ἀπ' ἀλλήλων πόλεμον ἀδιάλλακτον κατ' ἐκείνων ἔχουσιν, ὅπως ἴδωμεν τὴν τούτων ἐγκράτειαν καὶ τίνων ἐγκρατεύονται· λόγου δὲ ἐπαγγεί λασθαι ἐγκράτειαν ἢ ἀπόταξιν οὐδὲν θαυμαστὸν οὐδὲ καμάτου πρόξενον· ἀλλ' οὐ ζητεῖται λόγος μόνον, ἀλλὰ καὶ τὸ ἔργον, Λέγει γὰρ ὁ κύριος ἐν εὐαγγελίοις· Τί δέ με καλεῖτε· κύριε, κύριε· καὶ οὐ ποιεῖτε ἃ λέγω· καὶ Ἠσαΐας ὁ προφήτης· Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ, τῇ δὲ καρδίᾳ πόρρω ἀπέχει ἀπ' ἐμοῦ· μάτην δὲ σέβονταί με καὶ τὰ ἑξῆς. Τοῦ γὰρ κυρίου πᾶσαν τὴν δύναμιν τῆς γραφῆς τῆς παλαιᾶς καὶ καινῆς διαθήκης εἰς δύο ἐντολὰς συγ κλείσαντος ἐν τῷ· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Ἆρα φυλάσσουσιν οὗτοι τὰς ἐντολὰς ταύτας; Ἀλλὰ πάντως οὐδεὶς πιστεύσει τῶν συνετῶν ταῖς ἐπαγγελίαις, ἐὰν μὴ καταμάθῃ ἐν σοὶ τοὺς καρποὺς τῆς γῆς. Ἕτοιμος γὰρ σὺ δὴ μεγάλα ἐπαγγέλλεσθαι καὶ διὰ τούτων ἀπατᾶν τοὺς ἀστηρίκτους. Καὶ ἄνω δὲ τοῦτο ἐδείξαμεν ὅτι αὐτὸς ὁ Σίμων ἀπὸ τῶν ἀποστόλων ἀποστατήσας ἔλεγεν ἑαυτὸν τὴν δύναμιν τοῦ θεοῦ. Βλέπε πῶς ἐν συντόμῳ εὗρεν ἑαυτῷ ὄνομα δυνάμενον καταπλῆξαι τοὺς νηπιάζοντας. Καὶ ὁ τούτου δὲ μαθητὴς Γέμελ λος ἀπόταξιν κηρύξας ἀποστασίαν ἐποίησεν. Ἴσως οὖν ἀκο λούθως καὶ αὐτὸς τοῖς διδασκάλοις σου ἑπόμενος ταῦτα ἐπαγγέλλεις λόγῳ τοῖς ἔργοις ἀρκούμενος· λέγεις γὰρ ὅτι· «Ἀγαπῶ τὸν θεόν, ἀγαπῶ καὶ τὸν πλησίον καί εἰμι ἐγκρατίτης «. Πρῶτον εἰ ἤθελες ἐγκρατεύεσθαι, οὗπερ ἂν ἐβούλου· τούτῳ γὰρ καὶ ἑαυτὸν ἦν ὠφελεῖν καὶ τὸν πλησίον· εὑρίσκομεν γὰρ ἐν ταῖς γραφαῖς ὅτι δικαίοις ἁμαρτωλοὶ ἐχαρίσθησαν, ἁμαρτωλοῖς δὲ ὁμοῦ συγκατεκρίθησαν δίκαιοι. Καὶ ἦν εἰπεῖν πολλὰ περὶ τούτων, ἀλλὰ τοῦ προκειμένου ἁψώμεθα. Τίνα λέγεις τὸν πλησίον; Ὃν ἀγαπᾷς; Πάντως κατὰ τὸν λόγον τοῦ κυρίου πᾶς ἄνθρωπος πλησίον σού ἐστι· τοῦτο γὰρ δηλοῖ τὸ εὐαγγέλιον. Εἰ ἠγάπας οὖν τὸν πλησίον, οὐκ ἂν ἀπέφυγες τῆς ἐκκλησίας πάντας ὁμοῦ καταλιπών, μιμησάμενος τὸν φαρισαῖον καὶ τὸν ἐκείνου τῦφον νοσήσας, πάντας τῷ σῷ λόγῳ κατακρίνας καὶ μόνον ἑαυτὸν δίκαιον νομίσας. Καὶ ἐκεῖνος γὰρ ἀνελθὼν εἰς τὸ ἱερὸν ταῦτα προσηύχετο· εὐχαριστῶ σοι, ὁ θεός, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοὶ καὶ ὡς οὗτος τελώνης· νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. Τούτων οὐδὲν ἐψεύσατο, ἀλλ' εἰ καὶ τὰ ἀληθῆ ἔδοξε λέγειν, καταδικάζεται· οὐχ ὅτι ἐνήστευσεν ἢ ἀπεδεκάτωσε τὰ ὑπάρχοντα αὐτῷ, ἀλλ' ὅτι τὴν ἀνθρωπότητα πᾶσαν τῷ ἰδίῳ λόγῳ κατέκρινεν. Ὁ δὲ τελώνης ὁ ἁμαρτωλὸς τύπτων τὸ στῆθος, τὴν πηγὴν τῶν λογισμῶν, οὐκ ἀπαριθμῶν