1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

8

στεφάνῳ ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ. 52.2 Καὶ Ησαϊας λέγει· Ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, ἐποίησε δὲ ἀκάνθας. 53.t νγ ὅτι ὄξος καὶ χολὴν ποτίσουσιν αὐτόν- 53.1 ∆αυιδ ἐν τῷ ξη ψαλμῷ λέγει· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐποτισάν με ὄξος. 53.2 Καὶ Μωυσης λέγει· Ταῦτα Κυρίῳ ἀνταποδίδοτε; 53.3 Καὶ ἐν τοῖς Ἄσμασι λέγει· Εἰσῆλθεν εἰς τὸν κῆπόν μου, ἀδελφή μου, νύμφη μου· καὶ ἐτρύγησαν σμύρναν μου. 53.4 Καὶ πάλιν· Χεῖρές μου ἔσταξαν σμύρναν, καὶ οἱ δάκτυλοι μου σμύρναν πλήρεις. 53.5 Καὶ πάλιν λέγει· Ποτιῶ σε ἀπὸ τοῦ οἴνου τοῦ μυρεψικοῦ. 54.t νδ ὅτι κόκκινον ἱμάτιον ἐνδύσουσιν αὐτόν- 54.1 Ησαϊας λέγει· Τίς οὗτος ὁ παραγενόμενος ἐξ Εδωμ, ἐρύθημα ἱμάτια αὐτοῦ ἐκ Βοσορ, οὗτος ὡραῖος ἐν στολῇ αὐτοῦ βία; ἵνα τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ; 55.t νε ὅτι σιωπήσει κρινόμενος- 55.1 ∆αυιδ ἐν τῷ λζ ψαλμῷ λέγει· Ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. 55.2 Καὶ πάλιν· Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ. 55.3 Καὶ Ησαϊας λέγει· Καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι αὐτὸν οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος οὕτως οὐκ ἀνοίγῃ τὸ στόμα αὐτοῦ ἐν τῇ ταπεινώσει. 56.t ν ὅτι χλευαστήσεται- 56.1 ∆αυιδ ἐν τῷ ρη ψαλμῷ λέγει· Εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν. 56.2 Καὶ ἐν τῇ Σοφιᾳ λέγει· Εἰ ἐστι δίκαιος υἱὸς Θεοῦ, ἀντιλήψεται αὐτοῦ. Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ καὶ παιδίον Κυρίου ἑαυτὸν ὀνομάζει. 57.t νζ ὅτι αὐτός ἐστιν ἡ ζωὴ ὁ κρεμμάμενος ἐπὶ ξύλου- 57.1 Μωυσης λέγει· Ἔσται ἡ ζωή σου κρεμμαμένη ἐπὶ ξύλου ἀπέναντι τῶν ὀφθαλμῶν σου, καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτὸς καὶ οὐ πιστεύσῃ τῇ ζωῇ σου. 57.2 Καὶ πάλιν λέγει· Ἐπικατάρατος πᾶς ὁ κρεμμάμενος ἐπὶ ξύλου. 58.t νη ὅτι ἀπάθεια τὸ πάθος αὐτοῦ- 58.1 Ησαϊας βοᾷ λέγων· Ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτόν, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς οἱ πάντες ἰάθημεν. 58.2 Καὶ ὁ Σιραχ λέγει· Ἔτυπτόν με, καὶ οὐκ ἐπόνεσα. 58.3 Καὶ ∆αυιδ ἐν τῷ ξγ ψαλμῷ λέγει· Βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν. 59.t νθ ὅτι ἐν νυκτί, ψύχους ὄντος καὶ ἀνθρακιᾶς κειμένης, παθῇ ὁ Χριστός- 59.1 Ζαχαριας λέγει· Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ψῦχος, καὶ πάγος μίαν ἡμέραν ἔσται. 60.t ξ ὅτι δύσεται ὁ ἥλιος- 60.1 Ζαχαριας πρῶτος λέγει· Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς· καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ, καὶ οὐκ ἡμέρα οὐδὲ νύξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς. 60.2 Καὶ Ιωηλ λέγει· Πρὸ προσώπου αὐτοῦ συναχθήσεται ἡ γῆ καὶ σκοτισ θήσεται ὁ οὐρανός· ἥλιος καὶ σελήνη συσκοτάσουσι καὶ τὰ ἄστρα δύσουσι τὸ φέγγος αὐτῶν. 61.t ξα ὅτι δύσεται ὁ ἥλιος μεσημβρίας- 61.1 Αμως λέγει· Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος ὁ Θεός, δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐπὶ γῆς ἐν ἡμέρᾳ τὸ φῶς αὐτοῦ, καὶ μεταστρέψει τὰς ἑορτὰς ἡμῶν εἰς πένθος. 62.t ξβ ὅτι τὰ ἱμάτια αὐτοῦ διαμερίσονται- 62.1 ∆αυιδ ἐν τῷ ξα ψαλμῷ λέγει· ∆ιαμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. 63.t ξγ ὅτι συσταυρωθήσεται λῃσταῖς- 63.1 Ησαϊας λέγει· Καὶ μετὰ ἀνόμων ἐλογίσθη, καὶ παρεδώθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ. 64.t ξδ ὅτι τὴν πλευρὰν αὐτοῦ ἐκκεντήσουσιν- 64.1 Ζαχαριας λέγει· Ὄψονται εἰς ὃν ἐξεκέντησαν. 65.t ξε ὅτι ὀστοῦν αὐτοῦ οὐ συντριβήσεται- 65.1 Μυωσης λέγει· Ὀστοῦν οὐ συντριβήσεται ἀπ' αὐτοῦ. 66.t ξ ὅτι ἐκ τῆς πλευρὰς αὐτοῦ ὕδωρ ῥυήσεται εἰς βαπτίσματος τύπον- 66.1 Ησαϊας λέγει· Ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν. 67.t ξζ ὅτι ἐν πέτρᾳ τεθήσεται- 67.1 Ησαϊας λέγει· Ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ὃν ὠρύξατε. 68.t ξη ὅτι λίθος ἡ θύρα τοῦ μνήματος- 68.1 Ὁ αὐτὸς λέγει· Καὶ ἐπέθηκαν λίθον ἐπ' ἐμέ. 69.t ξθ ὅτι σφραγίσουσιν- 69.1 ∆ανιηλ λέγει· Καὶ ἤνεγκαν λίθον ἕνα καὶ ἐπέθηκαν ἐπὶ τὸ στόμα τοῦ λάκκου, καὶ ἐσφραγίσατο ὁ βασιλεὺς ἐν τῷ δακτυλίῳ αὐτοῦ καὶ ἐν