ὑμῶν οὐκ ἐδεσμάτων πόθον ἀλλ' εἰς τὸ σῴζειν εἶχε τὴν ἀπληστίαν. οὕτως ἐκείνων ἀσφαλῶς κατεφρόνεις ὕλας χορηγῶν καὶ τοσαύτας καὶ ξένας, ὅπως δι' αὐτῶν ἐξανάψῃς τὴν μάχην· οὕτως ἐρεθίζων τὸν κακοῦργον, ὡς κύνα, ἔσπευδες αὐτὸν εἰς πόλεμον ὑφαρπάσαι. ἀλλ' οὐκ ἔπειθες τοῦτον ἐκτρέχειν ὅλως, οὔτε προτολμῶν οὔτε παίζων τὴν μάχην· τῇ γὰρ δοκήσει τῇ παρημελημένῃ ἡ σὴ καταφρόνησις, ὡς οἶμαι, πλέον τοὺς βαρβάρους ἔβαλλεν εἰς ἀγωνίαν. ἐντεῦθεν οὐδεὶς εὐχερῶς μετήρχετο ἢ τῶν καθ' αὑτὸν ἐξεπήδα ταγμάτων· πάντες γὰρ ἦσαν ὥσπερ ἐστηλωμένοι· σκηνῆς δὲ τῆς σῆς ἡ ξένη θεωρία τοῖς βαρβάροις μὲν φραγμὸς ἀντεκτίζετο, τεῖχος δὲ τοῖς σοῖς οἰκέταις καθίστατο. μίαν γὰρ ἡ τρέχουσα πανταχοῦ δίκη τοῖς ἀλλοφύλοις οὐ παρῆκεν ἡμέραν, ἀλλ' ἐξέχοντα βαρβάρων σκηνώματα ἔπιπτον ἄρδην. συμπλοκὴ γὰρ πολλάκις τῷ πλησιάζειν ἐκ μέρους ἐγίνετο· ὅμως ἕκαστον τῶν ἀριστέων τότε μόνος παρεσκεύαζες εἰς προθυμίαν, ἀεὶ προπηδῶν εὐσθενῶς ἐν ταῖς μάχαις καὶ τόξον ἕλκων καὶ προτείνων ἀσπίδα καὶ πάντα πράττων ἀνθ' ὅλων πρὸ τῶν ὅλων, δι' ὧν ἕκαστος εὐθὺς ἠρεθίζετο κίνδυνον εὑρεῖν μᾶλλον ἢ τοῦ δεσπότου πονοῦντος οὕτω μὴ μετασχεῖν τοῦ πόνου. καὶ πᾶς τις ὢν ἄτολμος εἰς ὑμᾶς βλέπων τὸν νοῦν μετεσκεύαζεν εἰς εὐτολμίαν· φέρειν γὰρ οἶδεν ἔργον εἰς εὐπραξίαν, ὅτε πρὸ πάντων δεσπότης ὁπλίζεται. καί πού τις εἶπε προσλαλῶν τῷ συμμάχῳ· «φεῦ τῆς ἀνάγκης· ὁ βασιλεὺς καὶ δεσπότης ὡς εἷς ἀφ' ἡμῶν πρὸς μάχην ὁπλίζεται καὶ νῦν σιδηροῦς ἀντὶ πορφύρας χιτὼν σφίγγει τὰ νῶτα καὶ βαρεῖ τὸν αὐχένα, κόνις δὲ πολλὴ συμπλακεῖσα τῇ κόμῃ μορφὴν τοσαύτης συγκαλύπτει τέρψεως· τὸν καυστικὸν δὲ τοῦτον ἥλιον στέγει ἱδρῶτι θερμῷ πανταχοῦ βεβρεγμένος ὃν ἐξ ἀνάγκης τῶν μελῶν ἐσφιγμένων πόνος βίαιος ἐκφέρει τοῦ σώματος.» ὡς εἶπεν, ἐστέναξεν ἐκ βάθους μέγα καὶ συγκατέρρει τῷ λόγῳ τὰ δάκρυα. ὁ δὲ πρὸς αὐτὸν εὐθὺς ἀντεφθέγξατο· «ἀλλ' οὐ τοσοῦτον τὴν ἐμὴν πλήττει φρένα τὸ δυσπαθοῦντα νῦν ὁρᾶν τὸν δεσπότην, ὅσον με ποιεῖ τοῦτο θαυμάζειν, ὅτι πρὸς τὰς ἀνάγκας ἡδέως ἐπείγεται, καὶ τέρψιν εἶναι τοὺς πόνους λογίζεται. κρατῶν γὰρ αἰχμὴν ὡραΐζεται πλέον ἤπερ κρατῶν τὰ σκῆπτρα τῆς ἐξουσίας· φέρει δὲ ταύτην εὐμαρῶς τὴν ἀσπίδα ἥδιστα μᾶλλον, ὡς βλέπω, τοῦ στέμματος· καὶ πρὶν δι' ἡμᾶς τοὺς φόνους κατασβέσας πάλιν δι' ἡμᾶς πρὸς φόνους ὁπλίζεται. καὶ νῦν μελαμπέδιλον ἐκτείνων πόδα τοῖς μὴ πρέπουσίν ἐστιν εὐπρεπέστερος καὶ τοῖς πενιχροῖς τιμιώτερος μένει· βάψαι γὰρ αὐτὸν τῇ ξένῃ βαφῇ θέλει ποιῶν ἐρυθρὸν Περσικῶν ἐξ αἱμάτων. ποίας λιθώδεις οὐ μαλάττει καρδίας; ποίας ἀτόλμους οὐ παροξύνει φρένας; πείθει τε ῥᾷστα πάντα κίνδυνον φέρειν, ὃς οὔτε μητρὸς τῇ φιλοστόργῳ φύσει οὔτ' αὖ τοσοῦτον τοῖς τέκνοις ἀνθέλκεται ὅσον πρὸς ἡμᾶς ἐκπυροῦται τῇ σχέσει.» ταῦτα προσειπὼν καὶ στενάξας ὀργίλον σὺν τῷ στεναγμῷ τοὺς φόνους εἰργάζετο. τούτοις, κράτιστε, καὶ συνήσθην εἰκότως καλῶς φρονοῦσι, καὶ συνήλγησα πλέον τῇ ταυτότητι συγχυθεὶς τῶν δακρύων· καὶ τὴν χαρὰν γὰρ πολλάκις χαρὰ τρέφει καὶ δάκρυσίν τις ἐξεγείρει δάκρυα· ἡμῖν μὲν οὕτως ἦν ἄλυπα δάκρυα. πλὴν οὐ προσήκει συγκαλύψαι τῷ λόγῳ τὸ Περσικὸν κάλυμμα τῆς πανουργίας.
οἶδεν γὰρ αὐτοὺς ἡ διδάσκαλος πλάνη καὶ συμμαχοῦντας δεικνύειν ἀγνώμονας· τὸ σύντροφον γὰρ τῆς κακουργίας ἔθος ἀεὶ παρ' αὐτοῖς εἰς νόμον μεθίσταται. ἐρῶ δὲ πᾶσαν τοῦ σκοποῦ τὴν αἰτίαν· καὶ γάρ τις αὐτῶν εἰς τὸν ἔμπροσθεν χρόνον προσαυτομολήσας τῷ στρατῷ σου βάρβαρος ὅμως δὲ Πέρσης (καὶ τὸ πᾶν διαγράφω) ἔδοξεν εἶναι πιστὸς ἐξ ἀπιστίας καὶ λοιπὸν ἡμῖν συμμαχεῖν ἠπειγμένος, ἐν τῷ στρατῷ σου προσφόρως ἐτάττετο. ἤδη δὲ τούτῳ τεττάρων τε καὶ δέκα ὑπῆρχε κύκλος ἡμερῶν πληρουμένων, ὅτε πρὸς αὐτοὺς δυστυχῶς τοὺς βαρβάρους παλινδρομήσας ἀστάτοις βαδίσμασι ῥίψασπις ὥσπερ εὑρέθη τὸ δεύτερον· οὐκ ἀσκόπως δὲ τοῦτο πράττων ἐσφάλη. οἱ γὰρ φθάσαντες τῆς ἀτολμίας χρόνοι