8
πρὸ αὐτοῦ, μηδὲ πρεσβυτέραν αἰτίαν ἔχειν, ἄναρχον προσηγόρευσας, καὶ ἀγέννητον· τὸ δὲ μὴ στήσεσθαι τοῦ εἶναι, ἀθάνατον καὶ ἀνώλεθρον. αἱ μὲν δὴ πρῶται συζυγίαι τοιαῦται, καὶ οὕτως ἔχουσαι. τίνα δὲ οὔτε ἔστιν, οὔτε λέγεται; πονηρὸν τὸ θεῖον, ἡ σφαῖρα τετράγωνος, τὸ παρελθὸν ἐνέστηκεν, οὐ σύνθετον ὁ ἄνθρωπος. τίνα γὰρ εἰς τοσοῦτον ἐμ πληξίας ποτὲ ἀφικόμενον ἔγνως, ὥστε τι τοιοῦτον ἢ ἐννοῆσαι τολ μῆσαι, ἢ ἀποφήνασθαι; λείπεται δεῖξαι τίνα καὶ ἔστι καὶ λέγεται· θεός, ἄνθρωπος, ἄγγελος, κρίσις· ματαιότης οἱ τοιοῦτοι συλλο γισμοί, καὶ τῆς πίστεως ἀνατροπή, καὶ τοῦ μυστηρίου κένωσις.
24 Τοσαύτης οὖν οὔσης διαφορᾶς ἐν τοῖς ὀνόμασι καὶ τοῖς πράγ μασι, πῶς οὕτω σὺ λίαν δουλεύεις τῷ γράμματι, καὶ γίνῃ μετὰ τῆς Ἰουδαικῆς σοφίας, καὶ συλλαβαῖς ἀκολουθεῖς, ἀφεὶς τὰ πράγματα; εἰ δὲ σοῦ τὰ δὶς πέντε λέγοντος, ἢ τὰ δὶς ἑπτά, τὰ δέκα συνῆγον, ἢ τέσσαρες καὶ δέκα ἐκ τῶν λεγομένων· ἢ ἐκ τοῦ ζῶον λογικόν, θνητόν, τὸν ἄνθρωπον, ἆρα ἄν σοι ληρεῖν ἐνομίσθην; καὶ πῶς, τὰ σὰ λέγων; οὐ γὰρ τοῦ λέγοντος μᾶλλον οἱ λόγοι, ἢ τοῦ λέγειν συναναγκάζοντος. ὥσπερ οὖν ἐνταῦθα, οὐκ ἂν τὰ λεγόμενα μᾶλλον ἐσκόπουν, ἢ τὰ νοούμενα· οὕτως οὐδὲ εἴ τι ἄλλο τῶν μὴ λεγομένων, ἢ μὴ σαφῶς, ἐκ τῆς γραφῆς νοούμενον ηὕρισκον, ἔφυγον ἂν τὴν ἐκφώνησιν, φοβούμενος σὲ τὸν συκοφάντην τῶν ὀνομάτων. οὕτω μὲν οὖν στησόμεθα πρὸς τοὺς ἐξ ἡμισείας εὐγνώμονας. σοὶ γὰρ οὐδὲ τοῦτο ἔξεστι λέγειν. ὁ γὰρ τὰς τοῦ υἱοῦ προσηγορίας οὕτως ἐναργεῖς οὔσας καὶ τοσαύτας ἀρνούμενος, οὐδ' ἂν ταύτας ᾐδέσθης δῆλον ὅτι, καὶ εἰ πολλῷ σαφεστέρας καὶ πλείους ἐγίνωσκες. ἤδη δὲ καὶ τὴν αἰτίαν δηλώσω τῆς πάσης ἐπικρύψεως, καίπερ σοφοῖς οὖσιν ὑμῖν, βραχύ τι τὸν λόγον ἀναγαγών.
25 ∆ύο γεγόνασι μεταθέσεις βίων ἐπιφανεῖς ἐκ τοῦ παντὸς αἰῶνος, αἳ καὶ δύο διαθῆκαι καλοῦνται, καὶ σεισμοὶ γῆς, διὰ τὸ τοῦ πράγ ματος περιβόητον· ἡ μὲν ἀπὸ τῶν εἰδώλων ἐπὶ τὸν νόμον, ἡ δὲ ἀπὸ τοῦ νόμου πρὸς τὸ εὐαγγέλιον. καὶ τρίτον σεισμὸν εὐαγγελιζόμεθα, τὴν ἐντεῦθεν ἐπὶ τὰ ἐκεῖσε μετάστασιν, τὰ μηκέτι κινούμενα, μηδὲ σαλευόμενα. ταὐτὸν δὲ αἱ δύο διαθῆκαι πεπόνθασι. τί τοῦτο; οὐκ ἀθρόως μετεκινήθησαν, οὐδὲ ὁμοῦ τῇ πρώτῃ κινήσει τῆς ἐγχειρή σεως. τίνος ἕνεκα; εἰδέναι γὰρ ἀναγκαῖον. ἵνα μὴ βιασθῶμεν, ἀλλὰ πεισθῶμεν. τὸ μὲν γὰρ ἀκούσιον οὐδὲ μόνιμον· ὥσπερ ἃ βίᾳ κατέ χεται τῶν ῥευμάτων ἢ τῶν φυτῶν· τὸ δὲ ἑκούσιον μονιμώτερόν τε καὶ ἀσφαλέστερον. καὶ τὸ μὲν τοῦ βιασαμένου, τὸ δὲ ἡμέτερον· καὶ τὸ μὲν ἐπιεικείας θεοῦ, τὸ δὲ τυραννικῆς ἐξουσίας. οὔκουν ᾤετο δεῖν ἄκοντας εὖ ποιεῖν, ἀλλ' ἑκόντας εὐεργετεῖν. διὰ τοῦτο παιδα γωγικῶς τε καὶ ἰατρικῶς τὸ μὲν ὑφαιρεῖ τῶν πατρίων, τὸ δὲ συγ χωρεῖ, μικρόν τι τῶν πρὸς ἡδονὴν ἐνδιδούς· ὥσπερ οἱ ἰατροὶ τοῖς ἀρρωστοῦσιν, ἵνα ἡ φαρμακεία παραδεχθῇ διὰ τῆς τέχνης φαρ ματτομένη τοῖς χρηστοτέροις. οὐ γὰρ ῥᾴστη τῶν ἐν ἔθει καὶ τῷ μακρῷ χρόνῳ τετιμημένων ἡ μετάθεσις. λέγω δὲ τί; ἡ πρώτη τὰ εἴδωλα περικόψασα τὰς θυσίας συνεχώρησεν· ἡ δευτέρα τὰς θυσίας περιελοῦσα τὴν περιτομὴν οὐκ ἐκώλυσεν· εἶτα ὡς ἅπαξ ἐδέξαντο τὴν ὑφαίρεσιν, καὶ τὸ συγχωρηθὲν συνεχώρησαν· οἱ μὲν τὰς θυσίας, οἱ δὲ τὴν περιτομήν· καὶ γεγόνασιν, ἀντὶ μὲν ἐθνῶν, Ἰουδαῖοι· ἀντὶ δὲ τούτων, Χριστιανοί, ταῖς κατὰ μέρος μεταθέσεσι κλαπέντες ἐπὶ τὸ εὐαγγέλιον. πειθέτω σὲ τοῦτο Παῦλος, ἐκ τοῦ περιτέμνειν καὶ ἁγνίζεσθαι προελθὼν ἐπὶ τὸ λέγειν· Ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν κηρύσσω, τί ἔτι διώκομαι; ἐκεῖνο τῆς οἰκονομίας, τοῦτο τῆς τελειότητος.
26 Τούτῳ τὸ τῆς θεολογίας εἰκάζειν ἔχω, πλὴν ὅσον ἐκ τῶν ἐναντίων. ἐκεῖ μὲν γὰρ ἐκ τῶν ὑφαιρέσεων ἡ μετάθεσις· ἐνταῦθα δὲ διὰ τῶν προσθηκῶν ἡ τελείωσις. ἔχει γὰρ οὕτως. ἐκήρυσσε φανερῶς ἡ παλαιὰ τὸν πατέρα, τὸν υἱὸν ἀμυδρότερον. ἐφανέρωσεν ἡ καινὴ τὸν υἱόν, ὑπέδειξε τοῦ πνεύματος τὴν θεότητα.