8
ἵλεων ἔχειν, ὁ δεινὸν οὐδὲν πώποτ' οὐδ' εἰργασμένος οὐδ' ἐννοήσας ὡς μαθητὴς τοῦ λόγου. καί μοι παρέστη τοῦ λόγου συνήγορος Χριστὸς βοηθῶν τῷ συνηγόρῳ λόγων, ὃς καὶ λεόντων οἶδεν ἐκσῴζειν ξένους καὶ πῦρ δροσίζειν εἰς ἀναψυχὴν νέων, κῆτος δὲ ποιεῖν εὐσεβῶν εὐκτήριον· οὗτός μ' ἐδόξασ' ἐν ξένῳ κριτηρίῳ. Ἔπειτα δεινὸς τῶν ἐμῶν οἰδεῖ φθόνος εἰς Παῦλον ἑλκόντων με κἀπολλώ τινα, τοὺς μήτε σαρκωθέντας ἡμῖν πώποτε μήτ' ἐκχέαντας αἷμα τιμίου πάθους· ἀφ' ὧν καλούμεθ', οὐχὶ τοῦ σεσωκότος· οἷς συνδονεῖται πάντα καὶ συσσείεται- ὡς εὐδρομούσης τἆλλα τῆς ἐκκλησίας. πῶς δ' ἄν ποτ' ἢ ναῦς ἢ πόλις, πῶς δ' ἂν στρατός ἢ καὶ χοροῦ πλήρωμα, πῶς δ' οἶκος φίλος σταίη πλέον τὸ βλάπτον ἢ κρατοῦν ἔχων; τοῦτ' οὖν ἔπασχε τηνίχ' ὁ Χριστοῦ λεώς· πρὶν γὰρ παγῆναι καὶ τυχεῖν παρρησίας, πρὶν ἐκλυθῆναι σπαργάνων τῶν παιδικῶν, οὔπω τελείως τὴν βάσιν ἐρηρεισμένος, ἐκόπτετ', ἐρριπτεῖτο, ἐσπαράσσετο ἐν ὄψεσιν τεκόντων εὐγενὴς τόκος ἀτεκνίαν πεινῶσι τὴν ἐμὴν λύκοις. οὐ γὰρ φορητὸν ἄνδρα τὸν πενέστατον, ῥικνόν, κάτω νεύοντα καὶ δυσείμονα, γαστρὸς χαλινοῖς, δάκρυσιν τετηκότα φόβῳ τε τοῦ μέλλοντος, ὡς δ' ἄλλων κακοῖς, οὐδ' εὐφυῶς ἔχοντα τῆς προσόψεως, ξένον, πλανήτην, γῆς σκότῳ κεκρυμμένον τῶν εὐσθενούντων καὶ καλῶν πλέον φέρειν. Σχεδὸν γὰρ αὐτῶν ταῦτα ἐξηκούετο· «θωπεύομεν, σὺ δ' οὐχί· τιμῶμεν θρόνους, σὺ δ' εὐλάβειαν· ἀρτύσεις ἡμῖν φίλαι, σοὶ δ' εὐτέλεια, καὶ τρυφῆς ἔσθων ἅλας τῆς ὀφρυώδους ἁλμυρὸν καταπτύεις. δουλεύομεν καιροῖς τε καὶ λαῶν πόθοις ἀεὶ διδόντες τῷ πνέοντι τὸ σκάφος, χαμαιλεόντων τε τρόπον καὶ πολυπόδων πολλὰς τιθέντες τοῖς λόγοις ἀεὶ χρόας. σὺ δ' ἡμὶν ἄκμων ἀνήλατος, τῆς ὀφρύος. ὥσπερ μιᾶς γε πίστεως οὔσης ἀεί στενοῖς τὸ δόγμα τῆς ἀληθείας σφόδρα, σκαιὰν βαδίζων πάντοτε τοῦ λόγου τρίβον. πόθεν δέ σοι, βέλτιστε, καὶ γλώσσῃ λάλῳ τὸν λαὸν ἕλκειν, τοὺς δὲ βάλλειν εὐστόχως κακῶς φρονοῦντας ἐν πολυσχιδεῖ πλάνῃ, διπλοῦν τιν' ὄντα τοῖς φίλοις καὶ τοῖς ξένοις, τοῖς μὲν λίθον μάγνητα, τοῖς δὲ σφενδόνην;» Ταῦτ' εἰ μὲν οὐκ' ἔσθ', ὥσπερ οὐκ' ἔστιν, κακά, τί δυσχεραίνεις ὥς τι πάσχων ἔκτοπον; εἰ δ' ἔστι καὶ σοὶ τοῦτο φαίνεται μόνῳ, κρῖνον δικαίως ὡς θεοῦ παραστάτης ξαίνειν με τὸν πταίοντα, τὸν λαὸν δ' ἔα, ὃς οὐδὲν ἠδίκηκεν ἢ στέργων ἐμέ ἡττημένος τε τῶν ἐμῶν διδαγμάτων. Τὰ πρῶτα μὲν δὴ καὶ φέρειν οἷός τε ἦν. εἰ γάρ με καὶ τὸ καινὸν ἐπτόει βραχύ, ὡς ἀθρόως τις ὠσὶν ἐμπεσὼν ψόφος ἢ τοῖς ἀπείροις ἀστραπῆς αὐγῆς τάχος, ἀλλ' ἦν ἔτ' ἀπλὴξ καὶ φέρειν πάντα σθένων· ἥ τ' ἐλπὶς οὖσα πραγμάτων ἐλευθέρων, τοῦ μὴ πάλιν μοι ταὐτὸ συμπεσεῖν πάθος, ἔπειθε ῥᾷον διαφέρειν τὴν συμφοράν. ἃ δ' ἦλθεν ἡμῖν αὖθις ἐκ τούτων κακά- ὢ πῶς ἂν ἐκφράσαιμι τοὺς ἐμοὺς πόνους; ὢ τῶν κακῶν ποριστά, δαῖμον βάσκανε, πῶς ἴσχυσας τοσοῦτον ἐκπλῆσαι κακόν; οὐχ αἷμά μ' οὐδὲ βάτραχος, οὐ σκνιπῶν νέφος οὐδὲ κυνόμυια οὔτε τις κτηνῶν φθορά, οὐ φλυκτίς, οὐ χάλαζ', οὐκ ἀκρίς, οὐ σκότος, οὐ πρωτοτόκων ὄλεθρος, ἔσχατον κακῶν, ἔκαμψεν ἡμᾶς (ταῦτα γὰρ τῶν ἀγρίων Αἰγυπτίων μάστιγες ἐκβοώμεναι). {καὶ πρός γ' Ἐρυθρᾶς κῦμα συγκλύσαν λεών.} τί δ' ὦσεν ἡμᾶς; κουφότης Αἰγυπτίων. ὡς δ' ὦσεν, εἰπεῖν ἄξιον· στήλη γὰρ ἄν αὕτη γένοιτο τῶν κακῶν αἰωνία. Ἦν τίς ποθ' ἡμῖν ἐν πόλει θηλυδρίας, Αἰγύπτιον φάντασμα, λυσσῶδες κακόν, κύων, κυνίσκος, ἀμφόδων ὑπηρέτης, ἄρις, ἄφωνον πῆμα, κητῶδες τέρας, ξανθὸς μελάνθριξ, οὖλος ἁπλοῦς τὴν τρίχα- τὰ μὲν παλαιά, τὰ δ' ἀρτίως εὑρημένα· τέχνη γάρ ἐστι δημιουργὸς δευτέρα. πλεῖστον γυναικῶν ἔργον, εἴτ' οὖν ἀρρένων, χρυσοῦν, ἑλίσσειν τὴν φιλόσοφον σισόην. τὰ τῶν γυναικῶν ἐν προσώποις φάρμακα σοφοὶ φερόντων· εἰς τί γὰρ μόναι σοφαί τὴν ἀπρεπῆ τε καὶ κακὴν εὐμορφίαν, ἣ πρόγραμμ' ἐστὶ καὶ σιωπῶν τοῦ τρόπου, ὡς οὐκ ἐχόντων Μαξίμους καὶ ἀρρένων; ἡ κουρὰ τοῦτ' ἔδειξε λανθάνον τέως. τοιαῦτα θαύμαθ' ἡμὶν ἐκ τῶν νῦν σοφῶν, διπλοῦν τιν' εἶναι τὴν φύσιν τὸ σχῆμά τε ἀμφοῖν μερίζειν τοῖν γενοῖν τρισαθλίως, κόμην γυναιξίν, ἀνδράσιν βακτηρίαν. ἐξ ὧν