1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

16

καὶ βασιλεῖ, ἃς ἦν φίλον, φωνὰς ἀφέντες εὐχαρίστους ἀφθόνως ὡς τὴν παροῦσαν ἡμέραν δεδωκόσιν ἡμᾶς τ' ἐπαινέσαντες ἔστιν οἷς λόγοις ἀπῆλθον. ὃς δὲ τοῖς ἐμοῖς ἄφνω ποσίν προσφύς, ἱκέτης ἄφωνος, ἔκπληκτός τις ἦν. ἐμοῦ δέ, «τίς τε καὶ πόθεν, χρῄζεις δ' ὅτου;» λέγοντος, οὐδὲν πλεῖον ἢ μείζους βοαί. ᾤμωξεν, ἐστέναξεν, ἡ σφίγξις χεροῖν πλείων· ὑπεισῄει τι κἀμὲ δάκρυον. βίᾳ δ' ἀποσπασθέντος (οὐ γὰρ ἦν λόγῳ) τῶν τις παρόντων· «οὗτος,» εἶπεν, «ὁ σφαγεύς σοῦ τοῦ τὸ φῶς βλέποντος ἐκ θεοῦ σκέπης. ἑκὼν πάρεστι, δέσμιος συνειδότος, φονεὺς ἀγνώμων, εὐγενὴς κατήγορος, τὸ δάκρυον δίδωσι τιμὴν αἵματος.» ταῦτ' εἶπεν· ἐκλάσθην δὲ τοῖς λόγοις ἐγώ, φωνὴν δ' ἀφῆκα τοῦ κακοῦ λυτήριον· «θεός σε σῴζοι· τὸν σεσωσμένον δ' ἐμέ χρηστὸν φανῆναι τῷ σφαγεῖ οὐδὲν μέγα. ἐμὸν πεποίηκέν σε τὸ θράσος· σκόπει, ὅπως ἐμοί τε καὶ θεῷ γένῃ πρέπων.» ταῦτ' εἶπον· ἡ πόλις δὲ (οὐ γὰρ λανθάνει τῶν καλῶν οὐδέν) εὐθὺς ἐκμαλάσσεται, ὥσπερ σίδηρος ἐμπύροιςκινήμασιν. Τὸ δ' ἐκ τοσούτων χρημάτων θρυλουμένων, ὧν οἱ μέγιστοι τῆς ὅλης οἰκουμένης ναῶν ἐθησαύριζον ἐκ παντὸς χρόνου, κειμηλίων τε καὶ πόρων τῶν πάντοθεν οὐδ' ὁντινοῦν λογισμὸν ἐν τοῖς γράμμασιν εὑρόντα τῶν πρὶν προστατῶν ἐκκλησίας, οὔτ' ἐν ταμίαις νέοις, ἐν οἷς τὰ πράγματα, στέρξαι, ξένον τε μηδ' ὅλως λαβεῖν τινα, ὅ μοι παρῄνουν καὶ παρώξυνόν τινες, τούτων λογιστὴν εἰς ὕβριν μυστηρίου, πόσον δοκεῖ σοι; ὧν γὰρ ἔσχε τις μόνων, οὐχ ὧν λαβεῖν δίκαιον, ἔσθ' ὑπεύθυνος. ταῦθ', ὅστις ἥττων χρημάτων, καὶ μέμφεται· ὅστις δὲ κρείσσων, καὶ λίαν προσδέξεται. πᾶσιν γὰρ οὔσης τῆς ἀπληστίας κακῆς ἄπληστον εἶναι χεῖρον ἐν τοῖς πνεύματος. εἰ πάντες οὕτως ἐφρόνουν εἰς χρήματα, οὐκ ἄν ποτ' οὐδὲν τοῖον ἦν ἐκκλησίαις πλήρωμ' ἀνευρεῖν (οὐ φρενὸς γὰρ τῆς ἐμῆς), λέγω δ' ὅσον λειτουργόν, ἐγγίζον θεῷ. Καὶ τοῦτο δ' ἦν θρύλημα τῶν ἐναντίων, μηδ' ἂν πυλῶσι τὸν λεὼν ἐξαρκέσαι, τὸν πρὶν μερισθένθ', ἡνίκ' ἦμεν ἐνδεεῖς. τοσοῦτον ἦμεν πᾶσιν εὐτελισμένοι, ὧν νῦν νεῴ τε καὶ νεὼν πληρώματα.

Ταῦθ' ἡμῖν ἐσπουδάζεθ', ὡς ἂν μὴ λέγω πτωχῶν, μοναστῶν, παρθένων, τῶν ἐν νόσοις, ξένων, παροίκων, δεσμίων ἐπιστάτας, ψαλμῳδιῶν τε δακρύων τε παννύχων, ἀνδρῶν γυναικῶν σεμνότητ' ἀσκουμένων, ἄλλοις τε, οἷς ἀγάλλετ' εὐτάκτοις θεός. Ἀλλ' οὐ γὰρ ἡσύχαζεν ὁ φθορεὺς φθόνος, ᾧ πάνθ' ἁλίσκετ', ἢ φανερῶς ἢ λαθρίως· ἀρχὴν κακῶν μοι τὸ κρατεῖν ἐπεισάγει. ὅσον γὰρ ἦν ἑῷον, Αἰγύπτου δίχα, λαῶν πρόεδρον, ἄχρι Ῥώμης δευτέρας, γῆς καὶ θαλάσσης ἐκ μυχῶν ἐσωτάτων κινηθέν, οὐκ οἶδ' οἷστισιν θεοῦ λόγοις, συνέρχεθ' ὡς πήξοντες εὐσεβῆ θρόνον. ὧν ἦν πρόεδρος ἀνὴρ εὐσεβέστατος, ἁπλοῦς, ἄτεχνος τὸν τρόπον, θεοῦ γέμων, βλέπων γαλήνην, θάρσος αἰδοῖ σύγκρατον βάλλων ὁρῶσι, πνεύματος γεώργιον. τίς ἠγνόησε τοῦτον, ὃν δηλοῖ λόγος, τῆς Ἀντιοχέων προστάτην ἐκκλησίας, τὸν ὄνθ' ὅπερ κέκλητο καὶ καλούμενον ὃ ἦν; μέλιτος γὰρ καὶ τρόπος καὶ τοὔνομα. ὃς πόλλ' ἀνέτλη πνεύματος θείου χάριν (εἰ καὶ ξένῃ τι μικρὸν ἐκλάπη χερί) ἀγῶσι λαμπροῖς τὴν πλάνην ἀποξέων. Οὗτοι μ' ἐνιδρύουσι τοῖς σεμνοῖς θρόνοις βοῶντα καὶ στένοντα, πλὴν δι' ἓν μόνον οὐ σφόδρ' ἄκοντα. τοῦτο μαρτύρει, λόγε. τί τοῦτο; τἀληθὲς γὰρ οὐ κρύπτειν θέμις. ᾤμην ματαίοις καρδίας φαντάσμασιν (τὸ γὰρ θέλειν πρόχειρον εἰς τὴν ἐλπίδα καὶ πάντα ῥᾷστα τῇ ζέσει τοῦ πνεύματος, κἀγώ τις ἄλλως εἰς τὰ τοιαῦθ' ὑψίνους), εἰ τὸ κράτος λάβοιμι τοῦδε τοῦ θρόνου- πολλὴν ῥοπὴν γὰρ καὶ τὸ φαίνεσθ' εἰσφέρει-, ὥσπερ χορευτὴς ἐν μέσῳ δυοῖν χοροῖν ἄμφω πρὸς αὑτὸν συντιθεὶς τοὺς πλησίον, τῇ μὲν τὸν ἔνθεν, τῇ δὲ τόν, χοροῦ νόμῳ εἰς ἓν συνάξειν τοὺς διεστῶτας κακῶς. πῶς δ' οὐ κάκιστα καὶ δακρύων πλουσίων θρήνων τε πολλῶν καὶ σπαραγμῶν ἀξίως, οἵων τις οὔπω τῶν πάλαι ἢ τῶν νέων ἐπ' οὐδενός ποτ' ἀνιαρῶν ἐστήσατο, πολλῶν κακῶν πολλοῖς τε συμπεπτωκότων, οὐδ' ἣν ἅπαντες ᾄδουσ' Ἰσραὴλ σποράν, ὃν χριστοφόντης ἐξελίκμησεν χόλος. Οἱ γὰρ