1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

3

πρὸς σὲ βλέπω, ζωή, πνοή μου, φῶς, κράτος, σωτηρία, φοβῶν, πατάσσων, μειδιῶν, ἰώμενε, πλέκων τὸ χρηστὸν τοῖς ἐναντίοις ἀεί. πάντων δ' ὑπομνήσας σε τῶν πρὶν θαυμάτων, οἷς τὴν μεγίστην χεῖρά σου γνωρίζομεν, Αἰγυπτίων μάστιξιν ἐκτετριμμένων, πόντου ῥαγέντος Ἰσραὴλ ὡδευκότος, χειρῶν ἐπάρσει δυσμενῶν ἡττημένων, αὐτῆς στρατάρχαις τῆς κτίσεως δουλουμένης, σάλπιγξι τειχῶν καὶ δρόμῳ πορθουμένων, προσθείς τε τἀμὰ τοῖς πάλαι βοωμένοις, «σός», εἶπον, «εἰμί, καὶ τὸ πρὶν καὶ νῦν ἔτι. σὺ δίς με λήψῃ, κτῆμα τῶν σοι τιμίων, γῆς καὶ θαλάσσης δῶρον, ἐξηγνισμένον εὐχῇ τε μητρὸς καὶ φόβοις ἐξαισίοις. σοὶ ζήσομ', εἰ φύγοιμι δισσὸν κίνδυνον. σὺ ζημιώσῃ λάτριν, εἰ προοῖό με. καὶ νῦν μαθητὴς ἐν σάλῳ· τίνασσέ μοι τὸν ὕπνον ἢ πέζευε, καὶ στήτω φόβος.»

Ταῦτ' εἶπον· ἡ δ' ἔληξε πνευμάτων στάσις, πίπτει δὲ πόντος, ἡ δὲ ναῦς εὐθύπλοος. καὶ τοῦτο δ' ἐστὶν ἐμπόρευμα τῆς ἐμῆς εὐχῆς· τὸ γὰρ πλήρωμα τῆς νεὼς ἅπαν ἀπῆλθον εὐσεβοῦντες εἰς Χριστὸν μέγαν, διπλῆν λαβόντες ἐκ θεοῦ σωτηρίαν. Ῥόδον δ' ὑπερβαλόντες μικρὸν ὕστερον εἰς Αἰγινήτην ὅρμον (Αἰγιναία γάρ ἡ ναῦς) πλέοντες οὐρίᾳ κατήραμεν. Ἔπειτ' Ἀθῆναι καὶ λόγοι. τἀκεῖσε δέ ἄλλοι λεγόντων, ὡς μὲν ἐν φόβῳ θεοῦ ἀνεστράφημεν πρῶτα τὰ πρῶτ' εἰδότες· ὡς δ' ἐν νέων ἀκμῇ τε καὶ φορᾷ θράσους, ἄλλων σὺν ἄλλαις φατρίαις οἰστρουμένων, οὕτω διεξῄειμεν ἥσυχον βίον -πηγή τις, οἶμαι, πόντιος καθ' ὑδάτων γλυκεῖα πικρῶν, ὥσπερ οὖν πιστεύεται- οὔθ' ἑλκόμενοι πρὸς τῶν φερόντων εἰς βλάβην, ἕλκοντες αὐτοί τ' εἰς τὰ κρείσσω τοὺς φίλους. Καὶ γάρ με καὶ τοῦτ' εὖ πεποίηκεν θεός· συνῆψεν ἀνδρὶ τῷ σοφωτάτῳ φέρων, μόνῳ βίον τε καὶ λόγον πάντων ἄνω. τίς οὗτος; ἦ γνώσεσθε ῥᾳδίως λίαν. Βασίλειος ἦν, τὸ μέγ' ὄφελος τοῦ νῦν βίου. τοῦτον λόγου τε καὶ στέγης καὶ σκεμμάτων κοινωνὸν εἶχον. εἴ τι δεῖ καὶ κομπάσαι· ξυνωρὶς ἦμεν οὐκ ἄσημος Ἑλλάδι. τὰ πάντα μὲν δὴ κοινά, καὶ ψυχὴ μία δυοῖν δέουσα σωμάτων διάστασιν. ὃ δ' εἰς ἓν ἡμᾶς διαφερόντως ἤγαγεν, τοῦτ' ἦν· θεός τε καὶ πόθος τῶν κρεισσόνων. ἐξ οὗ γὰρ εἰς τοσοῦτο θάρσους ἤλθομεν, ὥστ' ἐκλαλῆσαι καὶ τὰ καρδίας βάθη, πλέον συνεσφίγγημεν ἀλλήλοις πόθῳ. τὸ γὰρ ὁμόγνωμον πιστὸν εἰς συμφυΐαν. Τί λοιπόν; ἡ πατρίς τε καὶ βίου τύποι. καὶ γὰρ πολὺς τέτριπτο τοῖς λόγοις χρόνος· ἤδη τριακοστόν μοι σχεδὸν τοῦτ' ἦν ἔτος. ἐνταῦθ' ἐπέγνων, οἷον εἰς ἡμᾶς πόθον οἵαν τε δόξαν εἶχον οἱ συμπαίστορες. παρῆν ὁ καιρός-καὶ παρῆν πολὺς πόνος. ἔδει περιπλοκῶν τε καὶ στυγνῶν λόγων, τῶν ἐξοδίων μνήμης τ' ἐμπυρευμάτων. τῷ μὲν βίᾳ τε καὶ μόγις, εἶξαν δ' ὅμως, εἰπόντι πολλὰς αἰτίας τῆς ἐξόδου. ἐμοὶ δὲ καὶ νῦν προτρέχει τὸ δάκρυον τῆς τηνικαῦτα συγχύσεως μεμνημένῳ. πάντες περιστάντες με σὺν πολλῷ τάχει, ξένοι, συνήθεις, ἥλικες, διδάσκαλοι, ὅρκοις, ὀδυρμοῖς, καί τι μιγνύντες βίας (τὸ γὰρ φιλεῖν ἔπειθε τολμᾶν καὶ τόδε) ἀπρὶξ κατεῖχον μηδ' ἄν, εἰ γένοιτό τι, πέμψειν λέγοντες ἐκεῖθεν-οὐδὲ γὰρ πρέπειν ἡμῶν Ἀθήνας ἐκπεσεῖν τὰς τιμίας- ὡς δὴ λόγων δώσοντες ἐκ ψήφου κράτος· ἕως ἔκαμψαν-καὶ γὰρ ἦν δρυὸς μόνης θρήνοις τοσούτοις ἀντιβῆναι καὶ λόγοις-, οὐ μὴν τελείως· καὶ γὰρ ἀνθεῖλκεν πατρίς πίστει κρατοῦσα τῶν ὑφ' ἡλίῳ σχεδόν, ἐν ᾗ φιλοσοφεῖν τῶν καλῶν ἐφαίνετο, γονεῖς τε γήρᾳ καὶ χρόνῳ κεκμηκότες. Ἔτ' οὖν Ἀθήναις μικρὸν ἐμμείνας χρόνον ἔκλεψα μικροῦ λάθρᾳ τὴν ἐκδημίαν· ἦλθον, λόγους ἔδειξα, τήν τινων νόσον ἔπλησ' ἀπαιτούντων με τοῦθ' ὥς τι χρέος. οὐ γὰρ κρότων ἔμοιγε καὶ ψόφων λόγος οὐδὲ βλακευμάτων τε καὶ λυγισμάτων, οἷς οἱ σοφοὶ χαίρουσιν ἐν πλήθει νέων. πρῶτον δὲ τοῦτο φιλοσοφῆσαι προυθέμην, ῥῖψαι θεῷ καὶ τἆλλα καὶ πόνους λόγων, ὡς οἱ παρέντες μηλοβότους τὰς οὐσίας ἢ χρυσὸν ἀθροίσαντες εἰς ἅλμης βυθούς. ἀλλ' ὃ προεῖπον, τοῖς φίλοις ὠρχησάμην. ταῦτ' ἦν ἀγώνων ὥσπερ ἐγγυμνάσματα ἢ καὶ προτέλεια μειζόνων μυστηρίων.