10
πονηρῶς ἐν βίῳ πεπαισμένων; ὀφθήσεται δὲ ἄλλο παιγνικώτερον; οἶνόν τις εἶπε συμπότης πάντων κρατεῖν, ἄλλος γυναῖκα, τὴν δ' ἀλήθειαν σοφός· ἐγὼ δ' ἂν εἶπον χρυσόν, ὡς ἔχει κράτος. τούτῳ τὰ πάντα ῥᾳδίως πεσσεύεται. οὔπω τὸ δεινόν, εἰ τὰ τοῦ κόσμου μόνα πλέον παρ' ἡμῖν ἰσχύει τοῦ πνεύματος. πόθεν δ' ὁ χρυσὸς τῷ κυνί, ζητητέον. πρεσβύτερον ἐκ Θάσου τιν' ἥκοντ' ἐνθάδε χρυσὸν φέροντα τῆς ἐκεῖσ' ἐκκλησίας, ἐφ' ᾧ πρίασθαι Προικονησίας πλάκας, τοῦτον περισήνας καὶ λαβὼν συμπράκτορα πολλαῖς τε δήσας ἐλπίσιν τὸν ἄθλιον- οἱ γὰρ κακοὶ τάχιστα μίγνυνται κακοῖς- τὸν χρυσὸν εἶχεν εἰς ἅπανθ' ὑπηρέτην, πιστὸν συνεργόν, γνήσιον συνέμπορον. τεκμήριον δέ· καὶ γὰρ οἱ πρώην ἐμέ σέβοντες, ὡς ἄχρηστον, ἄχρυσον φίλον περιφρονοῦσι φίλτατοι καὶ ῥᾳδίως κλίνουσι πρὸς τὸ χεῖρον ὡς ῥοπὴ ζυγοῦ. Νὺξ ἦν· ἐγὼ δ' ἔκαμνον· οἱ δ' ὥσπερ λύκοι κλέπται φανέντες ἀθρόως μάνδρας ἔσω, πολλοὺς ἔχοντες μισθίους ἐκ τοῦ στόλου, ἐξ ὧν Ἀλεξάνδρεια ῥᾷστ' ἀνάπτεται- καὶ γὰρ συνεμπίπτουσι τῷ στόλῳ σαφῶς-, κεῖραι προθυμοῦντ' εἰς καθέδραν τὸν κύνα, πρὶν ἤ τι λαῷ, πρὶν κτίλοις ἐκκλησίας, πρὶν ἡμὶν αὐτοῖς, ὡς κυσὶν γοῦν, γνωρίσαι. οὕτω φασὶν καὶ ταῦτα προστεταγμένοι. οὕτως Ἀλεξάνδρεια τιμᾷ τοὺς πόνους. οὕτω δικάσαι τις ὑμὶν ἄλλος εὐμενής.
Ἦν ὄρθρος· ὁ κλῆρος δέ-καὶ γὰρ ἐγγύθεν ᾤκουν-ἀνήφθη καὶ τάχιστα τὸν λόγον ἄλλῳ δίδωσιν ἄλλος. εἶτ' ἐγείρεται φλὸξ λαμπρὰ λίαν· ὢ πόσων μὲν ἐν τέλει, πόσων ξένων δὲ συρρυέντων καὶ νόθων. οὐκ ἦν γὰρ ὅστις οὐκ ἐμεμήνει τοῖς τότε τοιαῦθ' ὁρῶντες τἀπίχειρα τῶν πόνων. τί μακρὰ τείνω; ἐκ μὲν ἡμῶν αὐτίκα χωροῦσιν ὀργῇ, τοῦ σκοποῦ τῷ μὴ τυχεῖν ἀλγοῦντες. ὡς δ' ἂν μὴ μάτην ὦσιν κακοί, τὸ λεῖπον ἐκπληροῦσι τῇ σκηνῇ τέλος. εἰς γὰρ χοραύλου λυπρὸν οἰκητήριον ἀχθέντες οἱ σεμνοί τε καὶ θεῷ φίλοι λαόν τ' ἔχοντες τῶν ἀποβλήτων τινάς κυνῶν τυποῦσι τὸν κάκιστον ποιμένα, κείραντες οὐ δήσαντες οὐδὲ σὺν βίᾳ· κύων γὰρ ἦν πρόθυμος εἰς τὰ κρείσσονα. τομὴ δ' ὑπῆλθε βοστρύχους εὐφορβίους λύουσ' ἀμόχθως τὸν πολὺν χειρῶν πόνον, τοσοῦτον αὐτῷ καὶ μόνον δεδωκυῖα, ὅσον γυμνῶσαι τὸ τριχῶν μυστήριον, τριχῶν, ἐν αἷς ἔκειτο τὸ σθένειν ἅπαν, ὥσπερ λέγουσι τῷ κριτῇ Σαμψών ποτε, ὃν ἡ κόμη προὔδωκεν ἐξυρημένη, τριχῶν, ἀώρου κἀνεμοφθόρου θέρους, ἅς τις γυνὴ τέτμηκεν εἰς ἐχθρῶν χάριν. Ποιμὴν δὲ δειχθεὶς ἐκ κυνῶν ἐκ ποιμένων πάλιν κύων πέφηνε· τῆς ἀτιμίας. κύων ἔρημος, μήτε τῆς κόμης ἔτι φέρων τὸ κάλλος, μήτε τὴν ποίμνην στρέφων, αὖθις μακέλλων ὀστέοις ἐπιτρέχων. δράσεις δὲ δὴ τί τὴν καλὴν κόμην; πάλιν θρέψεις φιλεργῶν; ἢ μενεῖς τοῖος γέλως; ἄμφω γὰρ αἰσχρά, καί τι τοῖν δυοῖν μέσον οὐκ ἔστιν εὑρεῖν οὐδὲ ἕν-πλὴν ἀγχόνης. θήσεις δὲ ποῦ μοι τὰς τρίχας, πέμψεις δὲ ποῦ; σκηναῖς θεάτρων, εἰπέ μοι, ἢ παρθένοις; τίσιν δὲ τούτων αὖθις; ἦ Κορινθίαις ταῖς σαῖς, μεθ' ὧν τὰ θεῖα ἐξησκοῦ ποτε μόνος μόναις τε πανσόφως κοινούμενος; ἀνθ' ὧν σε θήσω μᾶλλον οὐρανοῦ κύνα. Εὐθὺς μὲν οὖν τοσοῦτον ἤλγησεν πόλις τοῖς τηνικαῦτα συμβεβηκόσιν κακοῖς, ὥστ' ἐπρίοντο πάντες· ἐξέχει θ' ἅπας λόγους ἀηδεῖς τοῦ βίου κατηγόρους, θυμοῦ φέροντος ἃ φρένες συνεκρότουν. ἄλλος τι δ' ἄλλο ἠράνιζεν εἰς ἑνός κακοῦ τελείου πάντοθεν συμφωνίαν. ὥσπερ γὰρ ἐν τοῖς σώμασιν συνανίσταται πάθη τὰ μικρὰ ταῖς μεγάλαις ἀρρωστίαις, κἂν ἠρεμοῦντα τῷ σθένειν τέως τύχῃ, οὕτως ἐκείνου πάντα τὰ πρόσθεν κακά ἐστηλίτευσεν ἡ τελευταία στάσις. ἀλλ' οὐκ ἐμοῦ γε ταῦτ' ἂν ἐξέλθοι ποτέ. ἴσασιν οἱ λέγοντες· ἐνδάκνω δ' ἐγώ τῶν πρόσθεν αἰδοῖ καίπερ ἠδικημένος. «Τί οὖν; σὺ τοῦτον οὐ χθὲς εἶχες ἐν φίλοις καὶ τῶν μεγίστων ἠξίους ἐγκωμίων;» τάχ' ἄν τις ἀπαντήσειε τῶν ταῦτ' εἰδότων καὶ τὴν τότ' εὐχέρειαν αἰτιωμένων, ὑφ' ἧς ἐτίμων καὶ κυνῶν τοὺς χείρονας. ἄγνοιαν ἠγνόησα μίσους ἀξίαν. ἐξηπατήθην ὡς Ἀδὰμ γεύσει κακῇ. ὡραῖον ἦν τὸ πικρὸν εἰς ὄψιν ξύλον. τὸ σχῆμά μ' ἠπάτησε τῆς ὁρωμένης ἄχρι προσώπου πίστεως καὶ ῥημάτων. πιστοῦ γὰρ ἀνδρὸς οὐδὲν