1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

20

κοινωνίας. ἐγὼ δ' Ἰωνᾶς ὁ προφήτης γίνομαι. δίδωμ' ἐμαυτὸν τῆς νεὼς σωτηρίαν καίπερ κλύδωνος τυγχάνων ἀναίτιος. ἄραντες ἡμᾶς ῥίψατε κλήρου φορᾷ. κῆτός με δέξετ' ἐκ βυθοῦ φιλόξενον. ἐντεῦθεν ἄρξασθ' ὁμονοεῖν· ὁδεύετε πρὸς πάντ' ἐφεξῆς. οὗτος εὐρυχωρίας τόπος καλείσθω. τοὐμὸν οὕτως εὐκλεές. ἂν μέχρις ἡμῶν στῆτε, τοῦτ' ἀτιμία. νόμον τίθημι μὴ θρόνων ὑπερμαχεῖν. ἂν οὕτω φρονῆτ', οὐδὲν ἔσται δυσχερές. οὔτ' ἐθρονίσθην ἄσμενος, καὶ νῦν ἑκών ἄπειμι· πείθει καὶ τὸ σῶμ' οὕτως ἔχον. μίαν χρεωστῶ νεκρότητ'· ἔχει θεός. ἀλλ', ὦ τριάς μου, σοῦ προκήδομαι μόνης· γλῶσσαν τίν' ἕξεις εὐμαθῆ συνήγορον, εἰ δ' οὖν ἐλευθέραν τε καὶ ζήλου πλέων; ἔρρωσθε καὶ μέμνησθε τῶν ἐμῶν πόνων.» Ταῦτ' εἶπον. οἱ δ' ὤκλαζον· ἐξῄειν δ' ἐγώ μέσος χαρᾶς τε καί τινος κατηφείας· χαρᾶς τῷ παῦλαν τῶν πόνων λαβεῖν τινα, λύπης τῷ λαὸν ἀγνοεῖν, οἷ κείσεται. τίς δ' οὐ σπαράσσετ' ὀρφανούμενος τέκνων; ἐγὼ μὲν οὕτως· οἱ δ' ἴσασι καὶ θεός, εἰ μή τι πλεῖον τοὐμμέσῳ τὸ λάθριον· νεῶν ὄλεθρος καὶ σπιλάδες, λόχοι βάθους. ἄλλοι λέγουσι ταῦτα, σιγήσω δ' ἐγώ. οὐ γὰρ σχολή μοι πλεκτὰ γινώσκειν κακά τὴν ἁπλότητα καρδίας ἀσκουμένῳ, ἐξ ἧς τὸ σῴζεσθ', οὗ μόνου πᾶς μοι λόγος. ὅμως τόδ' οἶδα· πλεῖον, ἢ καλῶς ἔχει, ἄφνω τετίμημ' εὐκόλῳ συναινέσει. τοιαῦτα πατρὶς τοῖς φίλοις χαρίζεται. Οὕτως ἔχοντα ταῦτα. πῶς δὲ τὰ κράτους; ἔκυψ'; ἐκλίνθην; ἡψάμην τῆς δεξιᾶς; ἱκετηρίους προσήγαγόν τινας λόγους; ἄλλους δὲ πρέσβεις ἐκ φίλων προυστησάμην, τῶν ἐν τέλει μάλιστα τούς μοι φιλτέρους, χρυσὸν δ' ἔρευσα, τὸν δυνάστην τὸν μέγαν, χρῄζων τοσούτου μὴ πεσεῖν ἔξω θρόνου; ἄλλων τάδ' ἔστω τῶν λίαν πολυστρόφων. ἐγὼ δ', ὡς εἶχον, προσδραμὼν ἁλουργίδι, πολλῶν παρόντων καὶ τάδε σκοπουμένων, «κἀγώ τιν'», εἶπον, «ὦ βασιλεῦ, αἰτῶ χάριν τὴν σὴν μεγαλόδωρον τὰ πάντ' ἐξουσίαν. οὐ χρυσὸν αἰτῶ σ', οὐ πλάκας πολυχρόους οὐδὲ τραπέζης μυστικῆς σκεπάσματα, οὐ πρὸς γένους τιν' ὕψος ἀρχικὸν λαβεῖν ἢ σοί γ', ἄριστε, πλησίον παραστατεῖν. ταῦτ' ἐστὶν ἄλλων, οἷς μικρὰ σπουδάζεται. ἐγὼ δ' ἐμαυτὸν ἀξιῶ καὶ μειζόνων. ἕν μοι δοθήτω· μικρὸν εἶξαι τῷ φθόνῳ. θρόνους ποθῶ μέν, ἀλλὰ πόρρωθεν σέβειν. κέκμηκα πᾶσι, καὶ φίλοις, μισούμενος τῷ μὴ δύνασθαι πρός τι πλὴν θεοῦ βλέπειν. τούτους ἀπαίτει τὴν φίλην συμφωνίαν· τὰ ὅπλα ῥιψάτωσαν, ἀλλὰ σὴν χάριν, εἰ μὴ φόβῳ θεοῦ τε καὶ τιμωρίας. στῆσον τρόπαιον τῆς ἀναιμάκτου μάχης, ὃς βαρβάρων ἔστησας ἄτρεπτον θράσος. ταύτην δ' ἀπαίτει (τὴν πολιὰν δεικνὺς ἅμα καὶ τοὺς ἱδρῶτας, οὓς ἐρεύσαμεν θεῷ) τὸ καρτερεῖν πάσχουσαν εἰς κόσμου χάριν. οἶσθ', ὡς ἄκοντα καὶ θρόνῳ μ' ἐνίδρυσαν.» Ταῦτ' ἐκρότει μὲν ἐν μέσοις αὐτοκράτωρ, κροτοῦσι δ' ἄλλοι, λαμβάνω τε τὴν χάριν, μόγις μέν, ὡς λέγουσι, λαμβάνω δ' ὅμως. Τί δεύτερόν μοι τῷ κακῷ φροντίζεται; πείθειν ἅπαντας πρὸς τάδ' εὐφόρως ἔχειν μηδ' ἐκτράχηλον μηδὲν ἐννοεῖν ὅλως φίλτρῳ τε τὠμῷ καὶ χόλῳ μοχθηρίας. ἔθαλπον, ᾔνουν, τοῖς κακοῖς συνεκρότουν τὸ βῆμα, τοὺς ἔξωθε, τοὺς ποίμνης κτίλους, ὅσον παλαιὸν καὶ ὅσον προσήλυτον, τοῦ πατρὸς οὐ φέροντας τὴν ἐρημίαν, ἐπισκόπων τε τοὺς λίαν πεπληγότας. πολλοὶ γὰρ ὡς ᾔσθοντο τοῦ βουλεύματος, φεύγοντες ᾤχονθ' ὡς κεραυνίους βολάς, βύσαντες ὦτα καὶ κροτήσαντες χέρας, ὡς τήν γε ὄψιν μήποτ' εἰσιδεῖν τόδε, ἄλλον τιν' ὑψωθέντα τοῖς ἐμοῖς θρόνοις.

Πέρας λόγου· πάρειμι νεκρὸς ἔμπνοος. ἡττημένος-τοῦ θαύματος- στεφηφόρος, ἔχων θεόν τε καὶ φίλους τοὺς ἐνθέους ἀντὶ θρόνων τε καὶ κενοῦ φρυάγματος. ὑβρίζετ', εὐθυμεῖτε, πάλλεσθ', ὦ σοφοί· ᾠδὴν τίθεσθε τὰς ἐμὰς δυσπραξίας ἐν συλλόγοις τε καὶ πότοις καὶ βήμασιν. κοκκύζετ' ἀλεκτόρειον ὡς νικηφόροι ἀγκῶσι πλευρὰς περικροτοῦντες, ὄρθιοι, ὑψαυχενοῦντες ἐν μέσοις τοῖς ἄφροσιν. ἑνὸς θέλοντος πάντες ἐκρατήσατε. «εἰ μὲν θέλοντος»-τοῦ φθόνου-καὶ τοῦδέ με στερεῖτε κομπάζοντες ὡς ἀπωσμένου· εἰ δ' οὐ θέλοντος, ἐντρέπεσθε τοῖς κακοῖς, χθὲς ἐνθρονισταὶ καὶ διῶκται σήμερον ταῦτ' ἐκφυγόντα. στήσομαι σὺν