13
καὶ πνεῦμα καὶ ἀνάστασιν, οἵ τε προφητῶν γράμματ' ἐξαρνούμενοι· Χριστόν θ' ὅσοι σέβουσιν ἐν νόμου σκιαῖς. οἱ τὸν Βυθὸν Σιγήν τε προχρόνους φύσεις τιμῶντες αἰῶνάς τε τοὺς θηλάρσενας, Σίμωνος ἰὸς τοῦ Μάγου, ὧν φύματα οἱ συντιθέντες τὴν θεότητ' ἐκ γραμμάτων· οἱ τὴν Παλαιὰν καὶ Νέαν δύω θεοῖς νείμαντες, αὐστηρῷ τε κἀγαθωτάτῳ· οἱ τρεῖς φύσεις τιθέντες οὐ κινουμένας, τὴν πνεύματος χοός τε τήν τ' ἀμφοῖν μέσην. οἱ τῷ Μανοῦ χαίροντες ἀρχικῷ σκότῳ. οἱ Μοντανοῦ τὸ πνεῦμα τιμῶντες κακῶς· οἱ τὴν Ναυάτου κενὴν ἔπαρσιν ὀφρύος. οἱ τῆς ἀρεύστου τριάδος συναιρέται, οἱ τῆς ἀτμήτου φύσεως διαιρέται· αὖθις τε τούτων ὥσπερ ἐξ ὕδρας μιᾶς πολλῶν φυέντων δυσσεβείας αὐχένων, ὁ τῇ κτίσει τὸ πνεῦμα συντιθεὶς μόνον, ὁ καὶ τὸν υἱὸν προστιθεὶς τῷ πνεύματι· οἵ τ' εἰσάγοντες ἥλικα Καίσαρος θεόν· οἱ τὴν δόκησιν εἰσάγοντες ἐκτόπως· οἱ δεύτερον λέγοντες υἱὸν τὸν κάτω· οἱ μὴ τέλειον τὸν σεσωσμένον, ἀλλ' ἄνουν. αὗται γάρ εἰσιν, ὡς τύπῳ φράσαι, τομαί τῆς ὀρθότητος ἐκτόπων τε μητέρες. Τούτων δὲ τίς ἦν οὕτως ἀκίνητος τότε, ὡς μὴ τὸ οὖς γε τοῖς ἐμοῖς κλίνειν λόγοις; τοὺς μὲν γὰρ ᾕρει τὸ κράτος τῶν δογμάτων, οἱ δ' ἡμεροῦντο τῷ τρόπῳ τῆς λέξεως. οὐ γὰρ μετ' ἔχθρας οὐδὲ λοιδόρως πλέον ἢ κηδεμονικῶς τοὺς λόγους προήγομεν, ἀλγοῦντες, οὐ παίοντες οὐδ' ἐπηρμένοι καιρῷ ῥέοντι καὶ πλάνῳ καθώς τινες- τίς γὰρ λόγῳ τε καὶ κράτει κοινωνία; - οὐδὲ πρόβλημα τὸ θράσος ποιούμενοι τῆς ἀλογίας-δεινῶς γὰρ ἔντεχνον τόδε καὶ σηπιῶδες, τὸ μέλαν ἐκ βάθους ἐμεῖν, ὡς τοὺς ἐλέγχους ἐκδιδράσκειν τῷ ζόφῳ-, ἀλλ' ἡμέρως τε τοῖς λόγοις καὶ προσφόρως ἐντυγχάνοντες ὡς λόγου συνήγοροι τοῦ συμπαθοῦς τε καὶ πράου καὶ μηδένα πλήσσοντος· ἐξ οὗ καὶ τὸ νικᾶσθαι λόγος, καὶ τὸ κρατεῖν δὲ τιμιώτερον πολύ πειθοῖ βιαίᾳ τῷ θεῷ προσκτώμενον. τοιαῦτα πλαξὶ ταῖς ἐμαῖς ἐνεγράφη. Ἄλλος τις οὗτος τῆς ἐμῆς παιδεύσεως νόμος, σοφῶς τε καὶ καλῶς γεγραμμένος· μὴ μίαν ὁδὸν τῆς εὐσεβείας εἰδέναι τὴν εὔκολόν τε καὶ κακὴν γλωσσαλγίαν, μηδ' ἐν θεάτροις καὶ φόροις καὶ συμπόταις ὁμοῦ γελῶντας, ᾄσμασιν χαυνουμένους, πρὶν καὶ πλυθῆναι γλῶσσαν ἐξ αἰσχρῶν λόγων, μηδ' ἐν βεβήλοις ὠσὶ καὶ Χριστοῦ ξένοις ῥίπτειν ἀφειδῶς τῶν λόγων τοὺς μυστικούς, παίζοντας ἐν τοῖς καὶ πόνῳ θηρωμένοις· ἀλλ' ἐντολαῖς μὲν ὡς μάλιστα εὐσεβεῖν πτωχοτροφοῦντα, ξενοδοχοῦντα, ταῖς νόσοις ἀρκοῦντα, καρτεροῦντα, καὶ ψαλμῳδίαις, εὐχαῖς, στεναγμοῖς, δάκρυσιν, χαμευνίαις, γαστρὸς πιεσμοῖς, ἀγχόναις αἰσθήσεων, θυμοῦ γέλωτος χειλέων εὐταξίᾳ τὴν σάρκα κοιμίζοντα πνεύματος κράτει. Πολλαὶ γάρ εἰσιν αἱ σωτηρίας ὁδοί, πᾶσαι φέρουσαι πρὸς θεοῦ κοινωνίαν· ἃς χρή σ' ὁδεύειν, οὐ μόνην τὴν ἐν λόγῳ. λόγος γὰρ ἀρκεῖ καὶ ψιλῆς τῆς πίστεως, μεθ' ἧς ἀτεχνῶς τὸ πλέον σῴζει θεός. εἰ δ' εἰς σοφοὺς ἔπιπτεν ἡ πίστις μόνον, θεοῦ παρ' ἡμῖν οὐδὲν ἦν πενέστερον. ἀλλ' εἶ φιλόγλωσσός τις ἢ ζήλου πλέως καὶ δεινόν, εἴ σοι μὴ ῥυήσεται λόγος (ἀνθρώπινον γὰρ εὔχομαι κἀνταῦθά σοι)· λάλει μέν, ἐν φόβῳ δὲ μηδὲ πάντοτε, μὴ πάντα μηδ' ἐν πᾶσι μηδὲ πανταχοῦ, ἀλλ' ἔστιν οἷς ὅσον τε καί που καί ποτε. καιρὸς γὰρ παντός, ὡς ἀκούεις, πράγματος· «μέτρον τ' ἄριστον» τῶν σοφῶν ἑνὸς λόγος. Χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα, χωρὶς τὰ τῶν ἔξωθεν τῶν τ' ἐμῶν λόγων. τῶν μὲν γάρ εἰσι πρὸς ἐπίδειξιν οἱ λόγοι ἐν μειρακίσκων συλλόγοις καὶ πλάσμασιν, ἐν οἷς μέγ' οὐδὲν ἢ ἀτυχεῖν ἢ τυγχάνειν σκιᾶς-σκιᾶς γὰρ οὐδὲν εὐσθενέστερα. ἡμῖν δ'-ἀληθεύειν γάρ ἐστιν ὁ σκοπός- οὕτως ἔχειν, ἢ μή, περιδεὲς τὸν λόγον. ὁδὸς γὰρ ἀμφίκρημνος, ἧς ἔξω πεσεῖν πεσεῖν προδήλως ἐστὶν εἰς Ἅιδου πύλας. ὅθεν μάλιστα τοὺς λόγους φυλακτέον, τὰ μὲν λέγοντας, τῶν δ' ἀκούοντας σοφῶς, ἔστιν δ' ὅτ' ἐκχωροῦντας ἀμφοῖν ἐξίσης στάθμῃ δικαίᾳ τῷ φόβῳ κεχρημένους. ἧττον γὰρ οὖς ἢ γλῶσσα κίνδυνον φέρει· ἧττον δ' ἀκοῆς τὸ καὶ φυγεῖν ἐκ τοῦ μέσου. τί δεῖ σε νάρκης ἁψάμενον νεκροῦν φρένα ἢ πλησιάζειν ἄσθματι λυσσῶντος κυνός;