8
κακουργίαν, καὶ τὴν κατὰ τῆς ἀληθείας ἐπίνοιαν. Σοφοὶ γὰρ ἐγένοντο εἰς τὸ κακοποιῆσαι· τὸ δὲ καλὸν ποιῆσαι οὐκ ἔγνωσαν.
ΚΓʹ. Ἐντεῦθεν ἡ σοφιστικὴ τῶν αἱρετικῶν κατάκρισις, οὓς λόγῳ μὲν ἀπεκήρυξαν, ἵν' ᾖ πι θανὸν αὐτοῖς τὸ ἐπιχείρημα, ἔργῳ δὲ προήγα γον εἰς τὸ ἔμπροσθεν· οὐδὲ ἀσέβειαν ἄμετρον, ἀλλὰ συγγραφὴν ἄπληστον ἐγκαλέσαντες. Ἐντεῦθεν οἱ βέβηλοι τῶν ὁσίων κριταὶ, καὶ ἡ καινὴ μίξις, ὄψις δημοσία, καὶ μυστικὰ προβλήματα, καὶ ἡ πα ράνομος τῶν βεβιωμένων ἐξέτασις, καὶ οἱ μισθού μενοι συκοφάνται, καὶ ἡ ἐπὶ ῥητοῖς κρίσις. Καὶ οἱ μὲν ἐξωθούμενοι τῶν θρόνων ἀδίκως· οἱ δὲ ἀντεισαγόμενοι, καὶ τὰ χειρόγραφα τῆς ἀσεβείας ἀπαιτούμενοι, ὥσπερ τι ἄλλο τῶν ἀναγκαίων· καὶ τὸ μέλαν ἕτοιμον, καὶ ὁ συκοφάντης ἐγγύς. Ὃ δὴ καὶ ἡμῶν τῶν ἀηττήτων οἱ πλεῖστοι πεπόνθασι, διανοίᾳ μὲν οὐ πεσόντες, γράμματι δὲ παρ αχθέντες, καὶ εἰς ἓν ἐλθόντες τοῖς πονηροῖς κατ' ἀμφότερα· καὶ τοῦ καπνοῦ γε, εἰ καὶ μὴ τοῦ πυρὸς μετασχόντες. Ὃ πολλάκις ἐδάκρυσα, ὁρῶν τὴν τότε χύσιν τῆς ἀσεβείας, καὶ τὸν νῦν ἐπανα στάντα διωγμὸν τῷ ὀρθῷ λόγῳ παρὰ τῶν προστα τῶν τοῦ Λόγου.
Κ∆ʹ. Τῷ ὄντι γὰρ, Ποιμένες ἠφρονεύσαντο, κατὰ τὸ γεγραμμένον, καὶ ποιμένες πολλοὶ δι έφθειραν τὸν ἀμπελῶνά μου, ᾔσχυναν μερίδα ἐπιθυμητὴν, τὴν Ἐκκλησίαν τοῦ Θεοῦ λέγω, πολ 35.1109 λοῖς ἱδρῶσι καὶ σφαγίοις συνειλεγμένην, τοῖς πρὸ Χριστοῦ τε καὶ μετὰ Χριστὸν, καὶ αὐτοῖς τοῖς μεγάλοις τοῦ Θεοῦ περὶ ἡμῶν πάθεσι. Πλὴν γὰρ ὀλίγων ἄγαν, καὶ τούτων ὅσοι διὰ σμικρότητα παρ εῤῥίφησαν, ἢ διὰ ἀρετὴν ἀντέβησαν, οὓς ἔδει σπέρμα καὶ ῥίζαν ὑπολειφθῆναι τῷ Ἰσραὴλ, ἵνα ἀναθάλῃ πάλιν, καὶ ἀναβιώσῃ ταῖς ἐπιῤῥοίαις τοῦ Πνεύματος, πάντες τοῦ καιροῦ γεγόνασι, τοσοῦτον ἀλλήλων διενεγκόντες, ὅσον τοὺς μὲν πρότερον, τοὺς δὲ ὕστερον τοῦτο παθεῖν· καὶ τοὺς μὲν προαγω νιστὰς καὶ προστάτας γενέσθαι τῆς ἀσεβείας, τοὺς δὲ ταχθῆναι τὰ δεύτερα, ἢ φόβῳ κατασεισθέντας, ἢ χρείᾳ δουλωθέντας, ἢ κολακείᾳ δελεασθέντας, ἢ ἀγνοίᾳ κλαπέντας, τὸ μετριώτατον· εἴ τῳ καὶ τοῦτο αὔταρκες εἰς ἀπολογίαν τῶν λαοῦ προεστάναι πε πιστευμένων. Ὥσπερ γὰρ οὐχ αἱ αὐταὶ λεόντων τε καὶ τῶν ἄλλων ζώων ὁρμαὶ, οὐδὲ ἀνδρῶν ἢ γυναι κῶν, ἢ πρεσβυτέρων ἢ νεωτέρων, ἀλλ' ἔστι καὶ ἡλι κιῶν καὶ γενῶν οὐ μικρὸν τὸ διάφορον· οὕτως οὐδὲ ἀρχόντων ἢ ἀρχομένων. Τοῖς μὲν γὰρ τοῦ λαοῦ τάχα ἂν καὶ συγγινώσκοιμεν τοῦτο πάσχουσιν, οὓς σώζει πολλάκις τὸ ἀβασάνιστον· διδασκάλῳ δὲ πῶς τοῦτο δώσομεν, ὃς καὶ τὰς τῶν ἄλλων ἀγνοίας ἐπ ανορθοῖ, ἄνπερ ᾖ μὴ ψευδώνυμος; Πῶς γὰρ οὐκ ἄτοπον, Ῥωμαίων μὲν νόμον μηδενὶ ἀγνοεῖν ἐξεῖναι, μηδ' ἂν σφόδρα ᾖ τις ἀγροικίας καὶ ἀμα θέστατος, μηδὲ εἶναι νόμον τὸν βοηθοῦντα τοῖς πραττομένοις δι' ἄγνοιαν· τοὺς δὲ τῆς σωτη ρίας ἀγνοεῖν μυσταγωγοὺς τὰς τῆς σωτηρίας ἀρ χὰς, κἂν τἄλλα τυγχάνωσι τῶν ἁπλουστέρων ὄντες, καὶ μὴ βαθεῖς τὴν διάνοιαν; Πλὴν ἔστω συγγνώμη τοῖς δι' ἄγνοιαν κατακολουθήσασι. Τί δ' ἂν εἴποις περὶ τῶν ἄλλων, ὅσοι καὶ ἀγχινοίας μεταποιούμενοι, δι' ἃς εἶπον αἰτίας, τῶν κρατούντων ἡττήθησαν, καὶ τὴν τῆς εὐσεβείας σκηνὴν ἐπὶ πολὺ παίξαντες, ὡς ἐφάνη τί τῶν ἐλεγχόντων, καὶ κατηνέχθησαν;
ΚΕʹ. Ἔτι μὲν ἅπαξ τὸν οὐρανὸν καὶ τὴν γῆν σεισθήσεσθαι, τῆς Γραφῆς ἀκούω λεγούσης, ὡς δὴ τοῦτο παθόντων καὶ πρότερον· οὕτω δηλουμένης, οἶμαι, τῆς ἐπιφανοῦς τῶν πραγμάτων καινοτομίας. Καὶ τὸν τελευταῖον σεισμὸν Παύλῳ πιστευτέον λέ γοντι, μὴ ἄλλον εἶναι ἢ τὴν δευτέραν τοῦ Χριστοῦ παρουσίαν, καὶ τὴν τοῦδε τοῦ παντὸς μεταποίησιν καὶ μετάθεσιν εἰς τὸ ἀκίνητον καὶ ἀσάλευτον. Τὸν δὲ νῦν τοῦτον σεισμὸν οὐδενὸς ἐλάττω τῶν προγε 35.1112 γενημένων ὑπολαμβάνω· καθ' ὃν κινεῖται μὲν ἀφ' ἡμῶν ὅσον φιλόσοφον καὶ φιλόθεον, καὶ πρὸ καιροῦ τοῖς ἄνω πολιτευόμενον. Οἳ, κἂν τἄλλα ὦσιν εἰρηνικοί τε καὶ μέτριοι, τοῦτό γε οὐ