1

 2

 3

 4

 5

 6

 7

 8

 9

8

ἑτέρωθεν πρὸς τὴν σφαγὴν ἐφελκομένωντὰ νήπια; προσδράμῃ ἐπὶ τῷ νεογενεῖ ἄσημον ἔτικαὶ ἀδιάρθρωτον τὸν ὀδυρμὸν ἀφίεντι; ἀλλ' ἀκροᾶταιτοῦ ἄλλου ἤδη φθεγγομένου καὶ ψελλιζομένῃ τῇ φωνῇτὴν μητέρα μετὰ δακρύων ἀνακαλοῦντος. τί πάθῃ;τίς γένηται; τῇ τίνος ἀντιβοήσει φωνῇ;

Τῇ τίνος οἰμωγῇ ἀντοδύρηται; ποίῳ ἀποθρηνήσει θανάτῳἴσως ἐφ' ἑκατέρῳ μαστιζομένη τοῖς κέντροις τῆς φύσεως; Ἀλλ' ἀπαγάγωμεν τὴν ἀκοὴν τῶν ἐπὶ τοῖς παισὶθρήνων καὶ πρὸς τὰ εὐθυμότερα καὶ μᾶλλον τῇ ἑορτῇπρέποντα τὴν διάνοιαν τρέψωμεν, κἂν ὑπερβοῶσακατὰ τὴν προφητείαν ἡ Ῥαχὴλ τὴν σφαγὴντῶν τέκνων ἀπολοφύρηται. ἐν γὰρ ἡμέρᾳ ἑορτῆς,καθώς φησιν ὁ σοφὸς Σολομὼν, ἀμνηστία πρέπεικακῶν. τίς δ' ἂν γένοιτο τῆς ἑορτῆς ἡμῖν ταύτηςεὐσημοτέρα, ἐν ᾖ τὴν πονηρὰν τοῦ διαβόλου σκοτόμαινανδιαχέας ὁ τῆς δικαιοσύνης ἥλιος δι' αὐτῆς τῆςἡμετέρας φύσεως ἐπιλάμπει τῇ φύσει, ἐν ᾖ τὸ πεπτωκὸς1148 ἀνεγείρεται, τὸ ἐκπεπολεμωνένον εἰς καταλλαγὰς ἄγεται,τὸ ἀποκηρυχθὲν ἐπανάγεται, τὸ ἀποπεπτωκὸς τῆς ζωῆςεἰς τὴν ζωὴν ἐπανέρχεται, τὸ τῇ αἰχμαλωσίᾳδεδουλωμένον εἰς τὴν τῆς βασιλείας ἀξίανἐπαναλαμβάνεται, τὸ τοῖς δεσμοῖς τοῦ θανάτουπεπεδημένον ἄνετον πρὸς τὴν χώραν τῶν ζώντωνἐπανατρέχει; νῦν κατὰ τὴν προφητείαν αἱ χαλκαῖπύλαι τοῦ θανάτου συντρίβονται, οἱ σιδηροῖ συγκλῶνταιμοχλοὶ, οἷς πρότερον κατειργμένον ἦν τὸ ἀνθρώπινονγένος ἐν τῇ τοῦ θανάτου φρουρᾷ. νῦνἀνοίγεται, καθώς φησιν ὁ ∆αβὶδ, ἡ πύλη τῆς δικαιοσύνης.νῦν ὁμόφωνος κατὰ πᾶσαν τὴν οἰκουμένην ὁ ἦχος τῶν ἑορταζόντων ἀκούεται. -δι' ἀνθρώπου θάνατος, δι' ἀνθρώπου ἡ σωτηρία. ὁ πρῶτος εἰς ἁμαρτίανἔπεσεν, ὁ δεύτερος τὸν πεπτωκότα ἀνώρθωσεν.ἀπολελόγηται ὑπὲρ τῆς γυναικὸς ἡ γυνή. ἡ πρώτητῇ ἁμαρτίᾳ τὴν εἴσοδον ἔδωκεν, αὕτη δὲ τῇ εἰσόδῳτῆς δικαιοσύνης ὑπηρετήσατο. ἐκείνη τοῦ ὄφεωςτὴν συμβουλὴν ἐπεσπάσατο, αὕτη τὸν ἀναιρέτην τοῦὄφεως παρεστήσατο. ἐκείνη διὰ τοῦ ξύλου τὴν ἁμαρτίανεἰσήνεγκεν, αὕτη διὰ τοῦ ξύλου τὸ ἀγαθὸν ἀντεισήνεγκε.ξύλον γὰρ ἦν ὁ σταυρός. ὁ δὲ τοῦ ξύλου τούτουκαρπὸς ἀειθαλὴς καὶ ἀμάραντος ζωὴ τοῖς γευομένοιςγίνεται. Καὶ μηδεὶς τῷ κατὰ τὸ πάσχα μυστηρίῳ μόνην τὴντοιαύτην εὐχαριστίαν πρέπειν ὑπονοείτω. λογιζέσθω γὰρ,ὅτι τὸ πάσχα πέρας τῆς οἰκονομίας ἐστί. πῶς δ' ἂνἐγένετο τὸ πέρας, εἰ μὴ ἡ ἀρχὴ καθηγήσατο;τί τίνος ἐστὶν ἀρχηγικώτερον; ἡ γέννησις δηλαδὴ τῆςκατὰ τὸ πάθος οἰκονομίας. οὐκοῦν καὶ τὰ τοῦ πάσχα καλὰτῶν περὶ τὴν γέννησιν εὐφημιῶν μέρος ἐστί, κἂν τὰςεὐεργεσίας τῶν ἐν τοῖς εὐαγγελίοις ἱστορηθέντων τιςκαταλέγῃ κἂν διεξέρχηται τὰ κατὰ τὰς ἰάσεις θαύματα,τὴν ἐξ ἀπόρων τροφὴν, τὴν τῶν τεθνηκότων ἐκ τῶνμνημάτων ὑποστροφὴν, τὴν αὐτοσχέδιον γεωργίαν τοῦοἴνου, τὴν τῶν δαιμόνων φυγὴν, τὴν τῶν ποικίλωνπαθημάτων εἰς ὑγιείαν μεταβολὴν, τὰ τῶν χωλῶν ἅλματα τοὺς ἐκ πήλου ὀφθαλμοὺς, τὰς θείας διδασκαλίας,τὰς νομοθεσίας, τὴν διὰ τῶν παραβολῶν ἐπὶ τὰὑψηλότερα μυσταγωγίαν. πάντα ταῦτα τῆς παρούσηςἡμέρας χάρις ἐστίν. αὕτη γὰρ ἦρξε τῶν ἐφεξῆςἀγαθῶν. οὐκοῦν ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμενἐν αὐτῇ μὴ φοβούμενοι τὸν ὀνειδισμὸν τῶνἀνθρώπων καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττώμενοι,καθὼς παρεγγυᾷ ὁ προφήτης, οἳ καταχλευάζουσιτῆς οἰκονομίας τὸν λόγον, ὡς οὐκ εὐπρεπὲς ὂνσώματος ὑπελθεῖν φύσιν καὶ διὰ γεννήσεως ἑαυτὸντῇ ἀνθρωπίνῃ ζωῇ καταμῖξαι τὸν κύριον. οὐ γὰρἀγνοεῖς πάντως τὸ περὶ τούτου μυστήριον, ὅπωςἡ τοῦ θεοῦ σοφία τὴν σωτηρίαν ἡμῖν ᾠκονομήσατο.ἑκουσίως ταῖς ἁμαρτίαις ἐπράθημεν, ἀργυρωνήτωνδίκην τῷ ἐχθρῷ τῆς ζωῆς ἡμῶν κατεδουλώθημεν.

Τί σοι γενέσθαι παρὰ τοῦ δεσπότου μάλιστακαταθύμιον ἦν; οὐ τὸ ἐξαιρεθῆναι τῆς συμφορᾶς;τί περιεργάζῃ τὸν τρόπον; τί νομοθετεῖς τῷεὐεργέτῃ τῆς εὐεργεσίας τὸ εἶδος, ὥσπερ ἂν εἴτις καὶ τὸν ἰατρὸν ἀπωθούμενος τῆς εὐποιίας μέμφοιτο, ὅτι μὴ οὕτως ἀλλ' ἑτέρως τὴν θεραπείαν1149 ἐνήργησεν; εἰ δὲ τὸν λόγον τῆς οἰκονομίας