1

 2

 3

 4

 5

 6

 7

 8

 9

4

συνέδραμε κατὰ ταὐτὸν τὰ ὀνόματα.ἡ γὰρ αὐτὴ καὶ μήτηρ καὶ παρθένος ἐστί.καὶ οὔτε ἡ παρθενία τὸν τόκον ἐκώλυσεν, οὔτε ὁτόκος τὴν παρθενίαν ἔλυσεν. ἔπρεπε γὰρ τὸν ἐπὶἀφθαρσίᾳ τοῦ παντὸς ἐν τῷ ἀνθρωπίνῳ βίῳ γενόμενονἀπὸ τῆς ὑπηρετούσης αὐτοῦ τῇ γεννήσει τῆςἀφθαρσίας ἄρξασθαι. τὴν γὰρ ἀπειρόγαμον ἄφθορονοἶδεν ὀνομάζειν ἡ τῶν ἀνθρώπων συνήθεια. Τοῦτό μοι δοκεῖ προκατανενοηκέναι τῇ γενομένῃ διὰτοῦ φωτὸς αὐτῷ θεοφανείᾳ Μωυσῆς ἐκεῖνος ὁ μέγας, ὅτε ἐξήπτετο τῆς βάτου τὸ πῦρ καὶ ἡ βάτος οὐκἐμαραίνετο. διαβὰς γάρ, φησιν, ὄψομαι τὸ μέγα ὅραματοῦτο. οὐ τοπικὴν οἶμαι δηλῶν κίνησιν διὰ τῆςδιαβάσεως ἀλλὰ τὴν παροδικὴν τοῦ χρόνου διάβασιν.τὸ γὰρ τότε προδιατυπωθὲν ἐν τῇ φλογὶ καὶ τῇ βάτῳδιαβάντος τοῦ μέσου χρόνου σαφῶς ἐν τῷ κατὰ τὴνπαρθένον μυστηρίῳ ἀνεκαλύφθη. ὥσπερ γὰρ ἐκεῖἡ θάμνος καὶ ἅπτει τὸ πῦρ καὶ οὐ καίεται, οὕτωκαὶ ἐνταῦθα ἡ παρθένος καὶ τίκτει τὸ φῶς καὶ οὐφθείρεται.

Εἰ δὲ βάτος προδιατυποῖ τὸ θεότοκονσῶμα τῆς παρθένου, μὴ ἐπαισχυνθῇς τῷ αἰνίγματι. πᾶσαγὰρ σὰρξ διὰ τὴν τῆς ἁμαρτίας παραδοχὴν κατ' αὐτὸτοῦτο, ὅτι σάρξ ἐστι μόνον, ἁμαρτία ἐστίν. ἡ δὲἁμαρτία παρὰ τῆς γραφῆς τῇ τῆς ἀκάνθης ἐπωνυμίᾳκατονομάζεται. Εἰ δὲ μὴ πόρρω τῶν προκειμένων ἀποφερόμεθα,τάχα καὶ τὸν μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίουφονευθέντα Ζαχαρίαν οὐκ ἄκαιρον εἰς μαρτυρίαντῆς ἀφθάρτου μητρὸς παραστήσασθαι. ἱερεὺςοὗτος ὁ Ζαχαρίας ἦν, οὐχ ἱερεὺς δὲ μόνον,ἀλλὰ καὶ ἐν τῷ τῆς προφητείας χαρίσματι. ἡ δὲ τῆςπροφητείας δύναμις ἀπαράγραπτος ἐν τῇ βίβλῳ τοῦ εὐαγγελίου κηρύσσεται. ὅτε προοδοποιοῦσα τοῖςἀνθρώποις ἡ θεία χάρις μὴ ἄπιστον τὸν ἐκ παρθένουτόκον ἡγήσασθαι τοῖς ἐλάττοσι θαύμασι προγυμνάζειτῶν ἀπίστων τὴν συγκατάθεσιν, τῇ στείρᾳ καὶ παρήλικιτίκτεται παῖς. τοῦτο προοίμιον τοῦ κατὰ τὴνπαρθενίαν θαύματος γίνεται. ὡς γὰρ ἡ Ἐλισαβὲτοὐ δυνάμει φύσεως γίνεται μήτηρ ἄγονος τὸν βίονκαταγηράσασα, ἀλλ' ἐπὶ τὸ θεῖον βούλημα τοῦ παιδὸςἡ γέννησις ἀναφέρεται, οὕτω καὶ τῆς παρθενικῆς ὠδῖνοςἡ ἀπιστία τῇ πρὸς τὸ θεῖον ἀναφορᾷ τὸ πιστὸν ἔχει.ἐπειδὴ τοίνυν προλαμβάνει τὸν ἐκ παρθενίαςὁ ἀπὸ τῆς στείρας, ὁ πρὸς τὴν φωνὴν τῆς κυοφορούσηςτὸν κύριον, πρὶν εἰς φῶς προελθεῖν, ἐν τῇ μητρῴᾳ νηδύισκιρτήσας, - ἅμα τε παρῆλθεν εἰς γένεσιν ὁ τοῦ λόγουπρόδρομος, τότε λύεται τῷ Ζαχαρίᾳ διὰ τῆς προφητικῆς1137 ἐπιπνοίας ἡ σιώπη. καὶ ὅσα διεξέρχεται Ζαχαρίας,προφητεία τοῦ μέλλοντος ἦν. Οὗτος τοίνυν ὁ τῷ προφητικῷ πνεύματι πρὸς τὴν τῶνκρυπτῶν γνῶσιν χειραγωγούμενος τὸ τῆς παρθενίαςμυστήριον ἐπὶ τοῦ ἀφθάρτου τόκου κατανοήσας οὐκἀπέκρινεν ἐν τῷ ναῷ τοῦ ταῖς παρθένοις κατὰ τὸν νόμον ἀποκεκληρωμένου τόπου τὴν ἄγαμον μητέρα διδάσκωντοὺς Ἰουδαίους, ὅτι ὁ τῶν ὄντων δημιουργὸς καὶβασιλεὺς πάσης τῆς κτίσεως ὑποχείριον ἔχει μετὰπάντων ἑαυτῷ τὴν ἀνθρωπίνην φύσιν τῷ ἰδίῳ θελήματιπρὸς τὸ δοκοῦν αὐτὴν ἄγων, οὐκ αὐτὸς ὑπ' αὐτῆςδυναστευόμενος, ὡς ἐν τῇ δυνάμει αὐτοῦ εἶναι καινὴνγέννησιν δημιουργῆσαι, ἥτις τὴν γενομένην μητέρατὸ παρθένον εἶναι οὐκ ἀφαιρήσεται. διὰ τοῦτο αὐτὴνοὐκ ἀπέκρινεν ἐν τῷ ναῷ τοῦ χοροῦ τῶν παρθένων.ἦν δὲ οὗτος ὁ τόπος τὸ μεταξὺ τοῦ ναοῦ καὶ τοῦθυσιαστηρίου διάστημα. ἐπεὶ οὖν ἤκουον βασιλέατῆς κτίσεως εἰς γέννησιν ἀνθρωπίνην οἰκονομικῶςπροελθεῖν φόβῳ τοῦ μὴ γενέσθαι βασιλεῖ ὑποχείριοιτὸν ταῦτα μαρτυροῦντα περὶ τοῦ τόκου διαχειρίζονταιπρὸς αὐτῷ τῷ θυσιαστηρίῳ τὸν ἱερέα ἱερουργήσαντες.Ἀλλὰ μακρὰν τῶν προκειμένων ἀπεπλανήθημεν δέονἐπὶ τὴν ἐν τῷ εὐαγγελίῳ Βηθλεὲμ τῷ λόγῳ ἀναδραμεῖν.

Εἰ γὰρ ποιμένες ὄντως ἡμεῖς καὶ τοῖς ἰδίοιςἐπαγρυπνοῦμεν ποιμνίοις, πρὸς ἡμᾶς πάντως ἐστὶνἡ τῶν ἀγγέλων φωνὴ ἡ εὐαγγελιζομένη τὴν χαρὰντὴν μεγάλην ταύτην. οὐκοῦν ἀναβλέψωμεν εἰς τὴν οὐράνιον στρατιὰν, ἴδωμεν τὴν τῶν ἀγγέλωνχοραστασίαν, ἀκούσωμεν τῆς θείας αὐτῶν ὑμνῳδίας.τίς ὁ ἦχος τῶν ἑορταζόντων; δόξα ἐν ὑψίστοις θεῷβοῶσι. διὰ τί δοξάζει ἡ τῶν ἀγγέλων φωνὴ