1

 2

 3

 4

 5

 6

 7

 8

 9

2

κτίσις μονονουχὶ φωνὴν ἀφιεῖσα καὶ διδάσκουσατὸν ἀκούειν δυνάμενον, τί βούλεται ἐν τῇ παρουσίᾳτοῦ δεσπότου ἡ ἡμέρα προσαυξανομένη καὶ ἡ νὺξκολοβουμένη. ἐγὼ γάρ μοι δοκῶ τοιαῦτά τινα διεξιούσηςἀκούειν τῆς κτίσεως, ὅτι ταῦτα βλέπων, ὦ ἄνθρωπε,νόει τὸ διὰ τῶν φαινομένων κρυπτόν σοι δηλούμενον.ὁρᾷς ἐπὶ τὸ ἀκρότατον μῆκος προελθοῦσαν τὴν νύκτακαὶ ἱσταμένην τῆς ἐπὶ τὰ πρόσω φορᾶς καὶ εἰςτὸ ἔμπαλιν ἀναλύουσαν; νόησον, ὅτι ἡ πονηρὰτῆς ἁμαρτίας νὺξ ἐφ' ὅσον οἷόν τε ἦν αὐξηθεῖσακαὶ διὰ πάσης κακῶν ἐπινοίας ἐπὶ τὸ ἀκρότατον τῆςπονηρίας μέγεθος φθάσασα σήμερον ἀνεκόπη τῆς ἐπὶπλεῖον νομῆς καὶ τὰ ἀπὸ τούτου πρὸς ἔκλειψίν τεκαὶ ἀφανισμὸν συνελαύνεται. ὁρᾷς τὴν τοῦ φωτὸςἀκτῖνα διαρκεστέραν καὶ ὑψηλότερον τῆς συνηθείας τὸν ἥλιον; νόει τοῦ ἀληθινοῦ φωτὸς τὴν παρουσίαντοῦ ταῖς εὐαγγελικαῖς ἀκτῖσι πᾶσαν τὴν οἰκουμένηνκαταφωτίζοντος. Τάχα δὲ καὶ τοῦ μὴ καταρχὰς ἐπιφανῆναι τὸνκύριον ἀλλ' ἐπ' ἐσχάτων τῶν χρόνων χαρίσασθαιτῇ ἀνθρωπίνῃ ζωῇ τῆς θεότητος αὐτοῦ τὴνἐμφάνειαν, ταύτην ἄν τις τὴν αἰτίαν εὐλόγωςὑπονοήσειεν, ὅτι ὁ μέλλων ἐπὶ καθαιρέσει τῆς κακίαςτῷ ἀνθρωπίνῳ καταμίγνυσθαι βίῳ ἀναγκαίως πᾶσαν1132 ἀνέμεινε τὴν κακίαν τὴν παρὰ τοῦ ἐχθροῦ ῥιζωθεῖσανἀναβλαστῆσαι, εἶθ' οὕτως ἐπήγαγε, καθώς φησι τὸεὐαγγέλιον, τὴν ἀξίνην τῇ ῥίζῃ.

Καὶ γὰρ τῶν ἰατρῶνοἱ τῇ τέχνῃ προσέχοντες ἔνδοθεν ἔτι τὸ σῶμα τοῦπυρετοῦ διασμύχοντος καὶ κατ' ὀλίγον ὑπὸ τῶννοσοποιῶν αἰτιῶν ἐξαπτομένου ἐνδιδόασι τῷ ἀρρωστήματι, μέχρις ἂν εἰς ἀκμὴν προέλθῃ τὸ πάθος, οὐδεμίανἐκ τῶν σιτίων ἐπάγοντες τῷ ἀσθενοῦντι βοήθειαν.ἐπειδὰν δὲ στάσιμον γένηται τὸ κακὸν, τότετὴν τέχνην ἐπάγουσιν ἐκφανείσης πάσης τῆς νόσου.οὕτως καὶ ὁ τοὺς κακῶς ἔχοντας τὴν ψυχὴν ἰατρεύωνἀνέμεινε τὴν ἐκ κακίας νόσον, ᾗ κατεκρατήθη τῶν ἀνθρώπων ἡ φύσις, πᾶσαν ἐκκαλυφθῆναι, ὡς ἂνμηδὲν τῶν κεκρυμμένων ἀθεράπευτον μείνειε τοῦ ἰατροῦμόνον τὸ φανὲν θεραπεύοντος. διὰ τοῦτο οὔτε κατὰ τοὺς καιροὺς τοῦ Νῶε πάσης σαρκὸς ἐν ἀδικίᾳκαταφθαρείσης ἐπάγει διὰ τῆς ἰδίας ἐμφανείας τὴνἴασιν, ὅτι οὔπω τῆς Σοδομιτικῆς κακίας ὁ βλάστοςἐξεφύη, οὐδὲ ἐπὶ τοῦ καιροῦ τῆς Σοδόμων καταστροφῆςὁ κύριος φαίνεται, διότι πολλὰ τῶν ὑπολοίπων κακῶνἔτι τῇ ἀνθρωπίνῃ κατεκρύπτετο φύσει. ποῦ γὰρ ὁθεομάχος Φαραώ; ποῦ τῶν Αἰγυπτίων ἡ ἀδάμαστος πονηρία;οὐ μὴν οὐδὲ τότε τῷ διορθωτῇ τοῦ παντὸς εὔκαιρονἦν, ἐπὶ τῶν Αἰγυπτίων λέγω κακῶν, καταμιχθῆναιτῷ βίῳ. ἀλλ' ἔδει καὶ τῶν Ἰσραηλιτῶν τὴνπαρανομίαν ἀναφανῆναι· ἔδει καὶ τῶν Ἀσσυρίωντὴν βασιλείαν καὶ τοῦ Ναβουχοδονόσορ τὴν ὑπερηφανίανὑποσμύχουσαν ἔτι τῷ βίῳ φανερὰν γενέσθαι· ἔδειτὴν κατὰ τῶν ὁσίων μιαιφονίαν οἷόν τινα πονηρὸνκαὶ ἀκανθώδη βλάστον τῆς κακῆς τοῦ διαβόλου ῥίζηςἀναδραμεῖν· ἔδει τὴν τῶν Ἰουδαίων κατὰ τῶν ἁγίωντοῦ θεοῦ φανερωθῆναι λύσσαν τῶν τοὺς προφήταςἀποκτεινύντων καὶ λιθοβολούντων τοὺς ἀπεσταλμένουςκαὶ τέλος μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίουτὸ κατὰ τὸν Ζαχαρίαν ἄγος ἐργασαμένων. πρόσθες τῷ καταλόγῳ τῶν πονηρῶν βλαστημάτωνκαὶ τοῦ Ἡρώδου τὴν παιδοφονίαν. ἐπεὶ οὖν πᾶσατῆς κακίας ἡ δύναμις ἐκ τῆς πονηρᾶς ῥίζης ἀνεδόθηκαὶ ηὔξησε πολυειδῶς ἐν ταῖς προαιρέσεσι τῶνκαθ' ἑκάστην γενεὰν τῇ κακίᾳ γνωρίμων ὑλομανήσασα,τότε, καθώς φησι πρὸς Ἀθηναίους ὁ Παῦλος,τοὺς χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεὸς ἐπὶ τῶνἐσχάτων ἡμερῶν παραγίνεται, ὅτε οὐκ ἦν ὁ συνίωνκαὶ ἐκζητῶν τὸν θεὸν, ὅτε πάντες ἐξέκλιναν ἅμαἠχρειώθησαν, ὅτε συνεκλείσθη τὰ πάντα εἰς ἁμαρτίαν,ὅτε ἐπλεόνασεν ἡ ἀνομία, ὅτε πρὸς τὸ ἀκρότατονμέτρον ὁ τῆς κακίας ζόφος ηὔξησε, - τότε ἐπεφάνηἡ χάρις, τότε ἡ τοῦ ἀληθινοῦ φωτὸς ἀκτὶςἐπανέτειλε, τότε ἐπέφανε ὁ τῆς δικαιοσύνης ἥλιοςτοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τότετὰς πολλὰς κεφαλὰς τοῦ δράκοντος συνέθλασεν ἐπιβὰςτῷ ποδὶ διὰ τῆς ἀνθρωπίνης σαρκὸς καὶ τῇ γῇ προσθλάσαςκαὶ καταπατήσας. Καὶ μηδεὶς πρὸς τὰ νῦν ἐν τῷ βίῳ βλέπων