1

 2

 3

 4

 5

 6

 7

 8

 9

6

ἀφιερωθεῖσαν τῷ θεῷ σάρκα οἶόν τι τῶνἁγίων ἀναθημάτων ἀνέπαφον ἔδει φυλάττεσθαι,διὰ τοῦτο, κἂν ἄγγελος ᾖς, φησὶ, κἂν οὐρανόθεν ἥκῃς,1141 κἂν ὑπὲρ ἄνθρωπον τὸ φαινόμενον ᾖ, ἀλλὰ τὸ γνῶναί μεἄνδρα τῶν ἀμηχάνων ἐστι. πῶς ἔσομαι μήτηρχωρὶς ἀνδρός; τὸν γὰρ Ἰωσὴφ μνηστῆρα μὲν οἶδα,ἄνδρα δὲ οὐ γινώσκω. -τί οὖν ὁ νυμφοστόλος Γαβριήλ;οἵαν παστάδα τῷ καθαρῷ καὶ ἀμιάντῳ παρίστησι γάμῳ; πνεῦμα, φησὶ, ἅγιον ἐπελεύσεται ἐπί σε καὶδύναμις ὑψίστου ἐπισκιάσει σοι. ὢ μακαρίαςσαρκὸς ἐκείνης, ἣ δι' ὑπερβολὴν καθαρότητοςτὰ τῆς ψυχῆς ἀγαθὰ πρὸς ἑαυτὴν ἐπεσπάσατο.ἐπὶ μὲν γὰρ τῶν ἄλλων πάντων μόγις ἂν ψυχὴ καθαρὰπνεύματος ἁγίου παρουσίαν δέξαιτο. ἐνταῦθα δὲδοχεῖον τοῦ πνεύματος ἡ σὰρξ γίνεται.ἀλλὰ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. τί τοῦτοσημαίνει δι' ἀπορρήτων ὁ λόγος; -Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία, φησὶν ὁ ἀπόστολος. τοῦοὖν ὑψίστου θεοῦ ἡ δύναμις, ἥτις ἐστὶν ὁ Χριστὸς,διὰ τῆς ἐπελεύσεως τοῦ ἁγίου πνεύματος ἐμμορφοῦταιτῇ παρθενίᾳ. καθάπερ γὰρ ἡ τῶν σωμάτων σκιὰτῷ τύπῳ τῶν προηγουμένων συσχηματίζεται, οὕτωςὁ χαρακτὴρ καὶ τὰ γνωρίσματα τῆς τοῦ υἱοῦ θεότητοςἐν τῇ δυνάμει τοῦ τικτομένου διαφανήσεται εἰκὼν καὶσφραγὶς καὶ ἀποσκίασμα καὶ ἀπαύγασμα τοῦ πρωτοτύπουδιὰ τῆς τῶν ἐνεργειῶν θαυματοποιίας δεικνύμενος.

Ἀλλ' ἐπὶ τὴν Βηθλεὲμ ἡμᾶς ἀναδραμεῖν τῷ λόγῳπροτρέπεται τὸ ἀγγελικὸν εὐαγγέλιον καὶ κατιδεῖντὰ ἐν τῷ σπηλαίῳ μυστήρια. τί τοῦτο; -παιδίον σπαργάνοις διειλημμένον καὶ ἐπὶ φάτνης ἀναπαυόμενονκαὶ ἡ μετὰ τόκον παρθένος, ἡ ἄφθορος μήτηρ,περιέπει τὸ ἔκγονον. εἴπωμεν οἱ ποιμένες ἡμεῖςτὴν τοῦ προφήτου φωνὴν, ὅτι καθάπερ ἠκούσαμενοὕτως καὶ εἴδομεν ἐν πόλει κυρίου τῶν δυνάμεων,ἐν πόλει τοῦ θεοῦ ἡμῶν. ἆρα συντυχικῶςταῦτα κατὰ τὸ συμβὰν καὶ γέγονεν ἐπὶ τοῦ Χριστοῦκαὶ ἱστόρηται καὶ οὐδεὶς ἔπεστι λόγος τῇ ἱστορίᾳ;τί βούλεται τῷ δεσπότῃ ἡ ἐν σπηλαίῳ καταγωγὴ,ἡ ἐπὶ φάτνης κατάκλισις, τὸ ἐν τῷ καιρῷ τῆςτῶν φόρων ἀπογραφῆς καταμιχθῆναι τῷ βίῳ; -ἢ δῆλόνἐστιν, ὅτι ὥσπερ τῆς νομικῆς ἡμᾶς ἐξαιρεῖταικατάρας αὐτὸς ὑπὲρ ἡμῶν κατάρα γενόμενος καὶτοὺς ἡμετέρους μώλωπας εἰς ἑαυτὸν μετατίθησιν,ἵνα τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰαθῶμεν, οὕτως καὶ ἐνφόρῳ γίνεται, ἵνα ἡμᾶς τῶν πονηρῶν δασμῶν ἐλευθερώσῃ,οἷς ὑπέκειτο τὸ ἀνθρώπινον ὑπὸ τοῦ θανάτουφορολογούμενον; τὸ δὲ σπήλαιον, ἐν ᾧ τίκτεταιὁ δεσπότης, τὸν ἀφεγγῆ καὶ ὑπόγειον τῶν ἀνθρώπωννόησον βίον, ἐν ᾧ γίνεται ὁ τοῖς ἐν σκότει καὶ σκιᾷθανάτου καθημένοις ἐπιφαινόμενος. σπαργάνοις δὲδιασφίγγεται ὁ τὰς σείρας τῶν ἡμετέρων ἁμαρτημάτωνπεριβαλλόμενος. ἡ δὲ φάτνη τὸ τῶν ἀλόγωνἐστὶν ἐνδιαίτημα, ἐν ᾖ γίνεται ὁ λόγος, ἵναγνῷ βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, βοῦς ὁ ὑπεζευγμένος τῷ νόμῳ, ὄνος τὸἀχθοφόρον ζῷον, τὸ τῇ ἁμαρτίᾳ τῆς εἰδωλολατρείαςπεφορτισμένον. ἀλλ' ἡ μὲν κατάλληλος τροφὴ τῶνἀλόγων ζῴων χόρτος ἐστίν. ἀνατέλλων γὰρ χόρτοντοῖς κτήνεσί, φησι ὁ προφήτης. τὸ δὲ λογικὸν ζῷονἄρτῳ τρέφεται. διὰ τοῦτο τοίνυν τῇ φάτνῃ, ἥτις ἐστὶ1144 τῶν ἀλόγων ἑστία, ὁ ἐξ οὐρανοῦ καταβὰς ἄρτοςπροστίθεται, ἵνα καὶ τὰ ἄλογα τῆς λογικῆς μεταλαβόντατροφῆς ἐν λόγῳ γένηται. μεσιτεύει τοίνυνἐπὶ τῆς φάτνης τῷ βοὶ καὶ τῷ ὄνῳ ὁ ἀμφοτέρωνκύριος, ἵνα τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσαςτοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπονκαὶ τούτου τὸν βαρὺν ζυγὸν τοῦ νόμου περιελὼν,κἀκεῖνον τοῦ τῆς εἰδωλολατρείας ἄχθους ἀποφορτίσας.Ἀλλ' ἀναβλέψωμεν εἰς τὰ οὐράνια θαύματα. ἰδοὺγὰρ οὐ προφῆται μόνον καὶ ἄγγελοι τὴν χαρὰν ἡμῖνταύτην εὐαγγελίζονται, ἀλλὰ καὶ οἱ οὐρανοὶ διὰτῶν οἰκείων θαυμάτων τὴν τοῦ εὐαγγελίου δόξανἀνακηρύττουσιν. ἐξ Ἰούδα ἡμῖν ὁ Χριστὸς ἀνατέλλει,καθώς φησιν ὁ ἀπόστολος, ἀλλ' οὐ καταυγάζεταιὁ Ἰουδαῖος ὑπὸ τοῦ ἀνατείλαντος. ξένοι τῶν διαθηκῶντῆς ἐπαγγελίας οἱ μάγοι καὶ τῆς τῶν πατέρων εὐλογίας ἀλλότριοι, ἀλλὰ προφθάνουσι τῇ γνώσειἸσραηλίτην λαὸν καὶ τὸν