1

 2

 3

 4

 5

 6

 7

 8

 9

9

ὑπὸ φιλοπραγμοσύνης ἐπιζητεῖς, ἀρκεῖ σοι τοσοῦτον μαθεῖν, ὅτι τὸ θεῖον οὐχ ἕν τι μόνον ἔχει τῶν ἀγαθῶν, ἀλλὰ πᾶν, ὅτιπέρ ἐστι κατ' ἐπίνοιαν ἀγαθὸν, ἐκεῖνο ἐστι, - δυνατὸν, δίκαιον ἀγαθὸν, σοφὸν, πάντα, ὅσα τῆς θεοπρεποῦς σημασίας ἐστὶν ὀνόματά τε καὶ νοήματα. σκόπησον δὴ τοίνυν, εἰ μὴ πάντα περὶ τὸ γενόμενον ἡμῖν τὰ εἰρημένα συνέδραμεν. ἡ ἀγαθότης, ἡ σοφία, ἡ δικαιοσύνη, ἡ δύναμις. ὡς ἀγαθὸς τὸν ἀποστάτην ἠγάπησεν. ὡς σοφὸς τὴν ἐπίνοιαν τῆς ἐπανόδου τῶν καταδεδουλωμένων ἐμηχανήσατο. ὡς δίκαιος οὐ βιάζεται τὸν καταδουλωσάμενον, τὸν ὠνῆς δικαίως κτησάμενον, ἀλλ' ἑαυτὸν δίδωσιν ἀντὶ τῶν κεκρατημένων ἀντάλλαγμα, ἵνα καθάπερ τις ἐγγυητὴς εἰς ἑαυτὸν μεταθεὶς τὴν ὀφείλην ἐλευθερώσῃ τῶν κρατούντων τὸν κατεχόμενον. ὡς δυνατὸς οὐκ ἐνεκρατήθη τῷ ᾅδῃ οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. οὐδὲ γὰρ ἦν δυνατὸν κρατηθῆναι ὑπὸ τῆς φθορᾶς τὸν ἀρχηγὸν τῆς ζωῆς. ἀλλ' αἰσχρὸν τὸ εἰς γένεσιν ἀνθρωπίνην ἐλθεῖν καὶ τῶν τῆς σαρκὸς παθημάτων ὑποστῆναι τὴν πεῖραν; τὴν τῆς εὐεργεσίας λέγεις ὑπερβολήν. ἐπειδὴ γὰρ ἄλλως οὐκ ἦν ἐξαιρεθῆναιτῶν κακῶν τὸ ἀνθρώπινον, ὑπέμεινεν ὁ πάσης ἀπαθείας βασιλεὺς τὴν ἰδίαν δόξαν τῆς ἡμετέρας ζωῆς ἀνταλλάξασθαι. καὶ ἡ μὲν καθαρότης ἐν τῷ ἡμετέρῳ γίνεται ῥύπῳ, ὁ δὲ ῥύπος τῆς καθαρότητος οὐ προσάπτεται, καθώς φησι τὸ εὐαγγέλιον, ὅτι τὸ φῶς ἐν τῇ σκοτίᾳ ἔλαμψεν, ἡ δὲ σκοτία αὐτὸ οὐ κατέλαβεν. ἀφανίζεται γὰρ τῇ παρουσίᾳ τῆς ἀκτῖνος ὁ ζόφος, οὐκ ἐναμαυροῦται τῷ ζόφῳ ὁ ἥλιος. τὸ θνητὸν ὑπὸ τῆς ζωῆς καταπίνεται, καθώς φησι ὁ ἀπόστολος, οὐκ ἐνδαπανᾶται ἡ ζωὴ τῷ θανάτῳ. τὸ κατεφθαρμένον τῷ ἀφθάρτῳ συνδιασῴζεται, ἡ δὲ φθορὰ τῆς ἀφθαρσίας οὐ προσάπτεται. διὰ ταῦτα κοινὴ πάσης γίνεται συνῳδία τῆς κτίσεως ὁμόφωνον πάντων τὴν δοξολογίαν ἀναπεμπόντων τῷ δεσπότῃ τῆς κτίσεως πάσης γλώσσης ἐπουρανίων τε καὶ ἐπιγείων καὶ καταχθονίων βοώσης, ὅτι κύριος ἸησοῦςΧριστὸς εἰς δόξαν θεοῦ πατρὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.