1

 2

 3

 4

 5

 6

 7

 8

 9

7

οὐράνιον φωστῆρα γνωρίσαντεςκαὶ τὸν ἐν τῷ σπηλαίῳ βασιλέα μὴ ἀγνοήσαντες.ἐκεῖνοι δωροφοροῦσιν, οὗτοι ἐπιβουλεύουσιν.ἐκεῖνοι προσκυνοῦσιν, οὗτοι διώκουσιν.ἐκεῖνοι εὑρόντες τὸν ζητούμενον χαίρουσιν,οὗτοι ἐπὶ τῇ γεννήσει τοῦ μηνυθέντος ταράσσονται.ἰδόντες γάρ φησιν οἱ μάγοι τὸν ἀστέρα ἐπὶ τοῦ τόπου, οὗἦν τὸ παιδίον ἐχάρησαν χαρὰν μεγάλην σφόδρα.Ἡρώδης δὲ ἀκούσας τὸν λόγον ἐταράχθη καὶ πᾶσαἹεροσόλυμα μετ' αὐτοῦ. οἱ μὲν ὡς θεῷ προσάγουσιλίβανον καὶ τὴν βασιλικὴν ἀξίαν τῷ χρυσῷ δεξιοῦνται,τὴν δὲ κατὰ τὸ πάθος οἰκονομίαν προφητικῇτινὶ χάριτι διὰ τῆς σμύρνης ἀποσημαίνουσιν.οἱ δὲ πανωλεθρίαν τῆς νεολαίας πάσης καταδικάζουσιν.ὅ μοι δοκεῖ μὴ πικρίας μόνον ἀλλὰ καὶ τῆςἐσχάτης ἀνοίας αὐτῶν τὴν κατηγορίαν ἔχειν. τί γὰρβούλεται αὐτοῖς ἡ παιδοφονία, καὶ ἐπὶ τίνι σκοπῷτὸ τοιοῦτον ἄγος τοῖς μιαιφόνοις τετόλμηται;ἐπειδὴ καινόν τι σημεῖόν φησιν τῶν κατ' οὔρανονθαυμάτων τὴν τοῦ βασιλέως ἀνάδειξιν τοῖς μάγοιςἐμήνυσε, -τί οὖν; ὡς ἀληθεῖ πιστεύεις τῷ μηνύσαντισημείῳ ἢ μάταιον ὑπονοεῖς τὸ θρυλούμενον; εἰ μὲν γὰρ τοιοῦτός ἐστιν, οἶος τοὺς οὐρανοὺς ἑαυτῷσυνδιατιθέναι, ὑπὲρ τὴν σὴν χεῖρα πάντως ἐστίν.εἰ δὲ ἐπὶ σοὶ τὸ ζῆν αὐτὸν ἢ τεθνάναι ποιεῖ,μάτην πεφόβησαι τὸν τοιοῦτον. ὁ γὰρ οὕτω πράττων,ὥστε ὑποχείριος εἶναι τῇ σῇ ἐξουσίᾳ, ὑπὲρ τίνος ἐπιβουλεύεται;διὰ τί τὸ φρικτὸν ἐκεῖνο καταπέμπεταιπρόσταγμα, ἡ πονηρὰ κατὰ τῶν νηπίων ψῆφος,ἀναιρεῖσθαι τὰ δείλαια βρέφη, -τί ἀδικήσαντα;- τίνα θανάτου καὶ κολάσεως αἰτίαν καθ' ἑαυτῶνπαρασχόμενα, ἓν ἔγκλημα ἔχοντα μόνον τὸ γεννηθῆναικαὶ εἰς φῶς ἐλθεῖν; καὶ ὑπὲρ τούτων ἔδεικαταπληρωθῆναι δημίων τὴν πόλιν καὶ συναχθῆναιδῆμον μητέρων καὶ νηπίων λαὸν συμπαρόντων αὐτοῖςτῶν γεννησαμένων καὶ πάντων ὡς εἰκὸς τῶν κοινωνούντωντοῦ γένους ἐπὶ τὸ πάθος ἀθροιζομένων; Τίς ἂν ὑπογράψειε τῷ λόγῳ τὰς συμφοράς; τίς ἂνὑπ' ὄψιν ἀγάγοι διὰ τῶν διηγημάτων τὰ πάθη, τὸνσύμμικτον ἐκεῖνον θρῆνον, τὴν γοερὰν συνῳδίαν1145 παίδων, μητέρων, πατέρων, συγγενῶν πρὸς τὴν τῶνδημίων ἀπειλὴν ἐλεεινῶς ἐκβοώντων; πῶς ἄν τιςδιαγράψειε γυμνῷ τῷ ξίφει παρεστῶτα τῷ νηπίῳτὸν δήμιον ἐμβλέποντα δριμύ τε καὶ φονικὸν καὶφθεγγόμενον ἄλλα τοιαῦτα καὶ τῇ χειρὶ τὸ βρέφοςπρὸς ἑαυτὸν ἕλκοντα καὶ τῇ ἑτέρᾳ τὸ ξίφος ἀνατεινόμενον; - τὴν δὲ μητέρα ἑτέρωθεν πρὸς ἑαυτὴν τὸ παιδίονἀνθέλκουσαν καὶ τὸν ἴδιον αὐχένα τῇ τοῦ ξίφουςἀκμῇ προυπέχουσαν, ὡς ἂν μὴ ἴδοι τοῖς ὀφθαλμοῖςτὸ δείλαιον τέκνον ταῖς χερσὶ τοῦ δημίου διαφθειρόμενον,πῶς ἄν τις τὰ τῶν πατέρων ἐκδιηγήσαιτο, τὰςἀνακλήσεις, τὰς οἰμωγὰς, τὰς τελευταίας τῶντέκνων περιπλοκὰς-καὶ πολλῶν ἅμα τοιούτων κατὰταὐτὸν γινομένων; τίς ἂν τὸ πολυειδὲς καὶ πολύτροποντῆς συμφορᾶς τραγῳδήσειε, τὰς διπλὰς τῶνἀρτιτόκων ὠδῖνας, τοὺς δριμεῖς καυτῆρας τῆςφύσεως, -ὅπως τὸ ἄθλιον βρέφος ὁμοῦ τε τῷ μαζῷπροσεφύετο καὶ διὰ τῶν σπλάγχνων τὴν καιρίανἐλάμβανεν, ὅπως ἡ δειλαία μήτηρ καὶ τὴν θηλὴν ἐπεῖχετῷ τοῦ νηπίου στόματι καὶ τὸ αἷμα τοῦ τέκνουτοῖς κόλποις ἐδέχετο; πολλάκις δέ που τῇ ῥύμῃ τῆςχειρὸς ὁ δήμιος μιᾷ τοῦ ξίφους ὁρμῇ τὸ τέκνοντῇ μητρὶ συνδιήλασε καὶ ἓν τοῦ αἵματος τὸ ῥεῖθρονἐγένετο ἔκ τε τῆς μητρῴας πληγῆς καὶ ἐκ τῆς καιρίαςτοῦ τέκνου καταμιγνύμενον. ἐπειδὴ δὲ καὶ τοῦτοπρόσκειται τῇ μιαρᾷ τοῦ Ἡρώδου φωνῇ τὸ μὴ μόνονκατὰ τῶν ἀρτιγενῶν τὴν θανατηφόρον ἐξενεχθῆναιψῆφον, ἀλλ' εἴ τις καὶ εἰς δεύτερον προῆλθεν ἔτος καὶ τοῦτον ἀνάρπαστον γενέσθαι-γέγραπται γὰρ,ὅτι ἀπὸ διετοῦς καὶ κατωτέρω-ἕτερον ἐν τούτοιςκατὰ τὸ εἰκὸς πάθος ὁ λόγος βλέπει, ὅτι πολλάκις ὁμεταξὺ χρόνος δύο τέκνων μητέρα τὴν αὐτὴν ἐποίησεν.οἷον οὖν ἢν ἐπὶ τῶν τοιούτων πάλιν τὸ θέαμαδύο δημίων περὶ μίαν ἀσχολουμένων μητέρα, τοῦ μὲντὸν παραθέοντα πρὸς ἑαυτὸν ἕλκοντος, τοῦ δὲ τὸὑπομάζιον ἀνασπῶντος τῶν κόλπων; τί πάσχειν εἰκὸςἐπὶ τούτοις τὴν ἀθλίαν μητέρα πρὸς δύο τέκνασχιζομένης τῆς φύσεως ἑκατέρου κατὰ τὸ ἴσον τοῖςμητρῴοις σπλάγχνοις τὸ πῦρ ἀναφλέγοντος- οὐκ ἔχουσαν,ποίῳ ἢ τίνι τῶν πονηρῶν ἀκολουθήσει δημίων, τοῦ μὲνἔνθεν, τοῦ δὲ