1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

8

ἔχουσιν, εἰς τὸ ἐμὸν παλάτιον ἄσπλαγχνος οὐκ εἰσέρχεται, εἰς τὸν οὐράνιον παστὸν ἀνελεήμων οὐκ ἀξιοῦται, εἰς τὰς ἄνω μονὰς ἀμετάδοτος οὐ κατοικεῖ· ἀλλὰ μόνοι οἱ ἐλεήμονες, μόνοι οἱ εὔσπλαγχνοι, οἱ ξενοδόχοι, οἱ ὀρφανοτρόφοι, χηρῶν καὶ ἀδυνάτων οἱ ἐπισκεπτηταὶ, οἱ τῶν καταπονουμένων ἀντιλήπτορες, οἱ τῶν θλιβομένων προστάται, οἱ τῶν χειμαζομένων πάρεδροι, τῶν ἐνδεομένων οἱ εὔφοροι, τῶν ἀπηλπισμένων οἱ παρήγοροι, τῶν νοσούντων οἱ διάκονοι, τῶν κακοπαθούντων οἱ παραμονάριοι, τῶν πενθούντων οἱ παραμυθήτορες, τῶν ὀλιγοψύχων οἱ παρακλήτορες, οἱ τῶν ἐν πικραῖς δουλείαις πατέρες, οἱ τῶν ἐν περιστάσει βοηθοὶ, οἱ τῶν ἐν ἀνάγκαις πρόθυμοι, οἱ τῶν δεδεμένων συνδεδεμένοι, οἱ τῶν πλανωμένων ὁδηγοὶ, οἱ τῶν γυμνῶν σκεπασταὶ, οἱ τῶν χρεωστούντων πληρωταί· καὶ ἵνα συντόμως εἴπω, οἱ πάντων τῶν ἐνδεομένων καὶ αἰτούντων οἰκονόμοι, οἱ τοιοῦτοι τοῦ ἐμοῦ παλατίου οἰκήτορες, καὶ τῶν αἰωνίων ἀγαθῶν κληρονόμοι. Τῶν τοιούτων ἐστὶν οἰκητήριον ἡ ἄνω πόλις· περὶ τῶν τοιούτων παρεκάλεσα τὸν Πατέρα μου, ὅτι Θέλω, Πάτερ, ἵνα, ὅπου εἰμὶ ἐγὼ, καὶ αὐτοί εἰσιν, ἵνα θεωρῶσι τὴν δόξαν μου· πρὸς τοὺς τοιούτους εἶπον, καὶ ἀεὶ λέγω· Ὑμεῖς φίλοι μού ἐστε. Πρὸς ὑμᾶς δὲ ἄρα τί εἴπω· ἆρα ἐλεήσω; Ἀλλ' οὐχ ὁρῶ ἐν ὑμῖν καρπὸν ἐλέους. Ἆρα οἰκτειρήσω; Ἀλλ' οὐ βλέπω ἐν ὑμῖν σπλάγχνα οἰκτιρμῶν. Ἆρα συγχωρήσω; Ἀλλὰ μεῖζον τῆς ἀφέσεως τὸ σφάλμα. Οὐ γὰρ μόνον τὰ σπλάγχνα ἐκλείσατε αἰτοῦντός μου ἄρτον, ἀλλὰ καὶ ἃ περιεβαλόμην ῥάκη ἡρπάξατε καὶ ἐγυμνώσατέ με· καὶ τὸν ἄρτον, ὅν μοι ἄλλος ἐλεήμων ἔδωκεν, ἐκ τοῦ στόματός μου ἡρπάξατε. Ποσάκις ἦλθον εἰς τὴν θύραν σου, καὶ εἶδον τράπεζαν πεπληθυμμένην, καὶ ὄγκον βρωμάτων, καὶ κύνας πολλοὺς τρεφομένους, καὶ ἐπὶ κλινῶν ἀνακειμένους· καὶ ἐπ' ἐμοὶ τὰς θύρας ἀπεκλείσατε καὶ ἀπεπέμψατε ἄτιμον, καὶ οὐδὲ κἂν ὡς ἕνα τῶν κυναρίων, κλάσματος ἄρτου ἠξιώσατε; ποσάκις τοῦ καλυβίου με ἐξηλάσατε παγετοῦ ἐπικειμένου, καὶ τοὺς ἵππους ὑμῶν ἐνῳκίσατε, καὶ οὐκ ἐνεθυμήθητε, ὅτι οὐ διὰ κύνας καὶ ἵππους ἐγὼ ἐσταυρώθην, καὶ τὸ αἷμά μου ἐξέχεα; Τῶν κτηνῶν ἀντέχεσθε, τῶν κυνῶν φροντίζετε, τῶν ἵππων ἐπιμελεῖσθε, καὶ τὰ ἐμὰ μέλη, τοὺς πτωχοὺς καὶ ἀδυνάτους φθειρομένους λιμῷ καὶ δίψει καὶ παγετῷ ὁρῶντες, γελᾶτε καὶ βδελύσσεσθε, καὶ τὰς ὄψεις ἀποστρέφεσθε, καὶ μάλιστα τοὺς ὑπὸ τῆς ἱερᾶς νόσου κατακειμένους; ὧν τὰ μέλη πρὸ τοῦ θανάτου τῇ γῇ παραδίδοται, ὧν τὰ σώματα τοῖς πολλοῖς σκοτεινὰ καὶ βδελυκτὰ νομίζονται· ἀλλ' ἡ ψυχὴ ἐκλάμψει ὡς ὁ ἥλιος.

Ὑμεῖς δὲ ἐτρυφήσατε, ἐσπαταλήσατε, ἐπὶ τῆς γῆς ἀπελάβετε τὰ ἀγαθὰ ἐν τῇ ζωῇ ὑμῶν. Νῦν δὲ τί εἴπω πρὸς ὑμᾶς; ἆρα οὐκ ἠκούσατε, ὅτι κρίσις ἡτοίμασται ἡ μέλλουσα τοῖς μὴ ποιήσασιν ἔλεος; Ναὶ, οὐκ ἠλεήσατε, ἀλλὰ τῇ ἀσπλαγχνίᾳ ἐδουλεύσατε. ∆ιὰ τί καὶ ὅπερ εἶχεν ὁ πτωχὸς ἀφηρπάσατε; Ἄρα ὁ μὴ ἐλεῶν κολάζεται διότι οὐ μετέδωκεν· ὁ δὲ καταπονῶν καὶ ἁρπάζων τὰ ἄλλων, τί παθεῖται; Ἆρα τί εἴπω πρὸς τὴν ἀπάνθρωπον ὑμῶν προαίρεσιν; Ὁρῶ γὰρ μεῖζον τῆς ἀφέσεως τὸ σφάλμα· ὑπὲρ πᾶσαν ἰατρείαν τὸ τραῦμα κατεσκεύασται· ἡ ἀποτυχία ὑμῶν παραμυθίαν οὐκ ἔχει, τὸ ναυάγιον ὑμῶν ἀδιόρθωτον, ἡ πληγὴ ἀθεράπευτος, ἡ νόσος ἀνίατος, τὰ παραπτώματα ὑμῶν ἀπάρτι ἀσυγχώρητα. Οὐκ ἔτι γὰρ μετάνοια, οὐκ ἔτι παράκλησις ἰσχύει, οὐκ ἔτι δακρύων ὄφελος ἐγκλημάτων ἀπὸ τοῦ νῦν ἐμοῦ οὐκ ἐμνημονεύσατε· τῶν ἀποστόλων οὐκ ἠκούσατε, τὰς ἁγίας μου Γραφὰς ἐβδελύξασθε, πεινῶντά με οὐκ ἠλεήσατε· ἀκούσατε λοιπὸν τὴν ὀδυνηρὰν καὶ ἁρμόζουσαν φωνὴν, ἢν ὑμῶν ἡ ἀσπλαγχνία προεξένησε· Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον.

δʹ. Εἴδετε ἀπόφασιν χαλεπὴν καὶ ὀδυνηρᾶν; εἴδετε ἀποτυχίαν μὴ ἔχουσαν παντελῶς παραμυθίαν; εἴδετε ζημίαν τὴν ὑπὲρ πᾶσαν ζημίαν, ἠκούσατε τὴν φρικτὴν