τοίνυν ἑαυτοὺς ἀνακρίνειν πάντοτε καὶ διερευνᾶν τὰς καρδίας ἡμῶν, ὅπως γνωρίσωμεν τὰ ἑαυτῶν σφάλματα, πιστεύοντες τῷ ἐλευθε ρωτῇ τῶν ψυχῶν ἡμῶν Χριστῷ, λυτρωθῆναι ἀπὸ παντὸς παραπτώματος φαινομένου καὶ κρυπτοῦ, καὶ ὅτε ἐν ἀληθείᾳ δικαίως καὶ ὁσίως ζητήσωμεν αὐτόν, ἑτοίμως ἐμφανίζει ἡμῖν ἑαυτὸν κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ, καθα ρίζων τὰς ἐρρυπωμένας καρδίας ἡμῶν ἀπὸ πάσης κακίας καὶ μολυσμοῦ. 53.5 πρὸ πάντων τοίνυν τὰς θλίψεις καὶ στενοχωρίας καὶ ὕβρεις αἱρεῖ σθαι ὀφείλομεν, οἱ εὐαρεστεῖν θεῷ βουλομένοι, ὅπως σὺν αὐτῷ ζῆσαι καταξιωθῶμεν ὅλους αἰῶνας· τίς γάρ ἐστιν ἄξιος διὰ τὸν Κύριον πει νᾶσαι καὶ γυμνητεῦσαι καὶ ἐν τούτοις χαίρειν; μακάριος ὁ τοιοῦτος, ὄντως μακάριος ὅτι παρρησίαν μεγάλην ἔμπροσθεν τοῦ θεοῦ κέκτηται· βούλεται γάρ σε ὁ Κύριος ἐν τούτοις δοκιμασθῆναι, εἰ ἐν ταῖς θλίψεσιν οὐκ ἐπιλανθάνῃ αὐτοῦ, Εἰς πᾶσαν γάρ, φησίν, ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς, καὶ ἀλλαχοῦ, Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με, αἱ ἐντολαί σου μελετή μου· αὕτη ἐστὶν ἡ ἄθλησις· ἐν τούτῳ εὐαρεστεῖται ὁ θεός. 53.6 οἱ πλεῖστοι δὲ τῶν ἀνθρώπων τῶν δὴ θελόντων εὐαρεστεῖν τῷ θεῷ διὰ ὑστέρησιν γνώσεως ἀληθοῦς σαρκὶ μόνον κάμνουσιν· ἀλλὰ τῇ διανοίᾳ καὶ τοῖς λογισμοῖς καὶ τῇ ἔνδον κρυπτῇ προαιρέσει δεῖ ἀγωνί ζεσθαι τὸν τοῦ θεοῦ ἄνθρωπον, ὅς ἐστιν ἀληθινὸς ἀγὼν παρὰ θεῷ ψυχῆς πρὸς ἀοράτους τῶν πονηρῶν δυνάμεων διαλογισμούς. Οὐκ ἔστι γάρ, φησίν, ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας. τὰ γὰρ πνευματικὰ τῆς πονηρίας ἀόρατα καὶ ἀσώματα ὅσον πρὸς τὰ φαινόμενα τυγχάνουσιν· ὁμοίως καὶ ἡ ψυχὴ ἀόρατος καὶ ἀσώ ματος ὅσον πρὸς παχύτητα σωμάτων. ἀόρατον τοίνυν καὶ ἀσώματον τὸν ἀγῶνα καὶ τὴν ἄθλησιν εἶναι δεῖ ἐν τῷ ἐνδοτάτῳ ἀνθρώπῳ. ὅνπερ ἀγῶνα οἱ ἄνωθεν ἐξ ἀρχῆς πατέρες ἠγωνίσαντο, κἂν ἐν τοῖς φαινομένοις ὡς οἱ λοιποὶ ἐφαίνοντο ἄνθρωποι· οἱ οὕτως ἀγωνισάμενοι, εὐαρεστῆσαι τῷ θεῷ ἠδυνήθησαν. 53.7 ἀνδρεῖαι γὰρ καὶ γενναῖαι ψυχαὶ καὶ πάντων καταφρονοῦσαι ἀπέρχονται εἰς πόλεμον, καθὼς καὶ Μωυσῆς περὶ τοῦ κρυπτοῦ τῶν πονηρῶν πνευμάτων πρὸς τὴν ψυχὴν πολέμου αἰνιττόμενος, καὶ οἷαι ψυχαὶ ἐπιτήδειοι τυγχάνουσιν, ἔφη Εἴ τις ἡρμόσατο γυναῖκα, μὴ ἐξέλθῃ εἰς πόλεμον, καὶ εἴ τις ἐφύτευσεν ἀμπελῶνα, μὴ ἐξέλθῃ. ταῦτα περὶ δεσμῶν ὑλικῶν λέγει μήποτέ τις πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἀθλῶν ἔν τισι πράγμασι δέδηται, ἐὰν γὰρ διὰ τὴν πρὸς τὰς ἡδονὰς καὶ τὰ κτήματα προσπάθειαν μὴ ἀθλήσῃ, ἀπόβλητος τῆς ἐπουρανίου εὐφρο σύνης γίνεται, ὡς ἐν τῷ εὐαγγελίῳ ὁ Κύριος περὶ τῶν ἐν τοῖς γάμοις κληθέντων καὶ παραιτησαμένων φησί, Ὁ πρῶτος λέγει, ἀγρὸν ἠγόρασα, καὶ οὐ δύναμαι ἐλθεῖν· καὶ ὁ ἄλλος, γυναῖκα ἔγημα καὶ οὐ δύναμαι ἐλθεῖν, ἐρωτῶ σε ἔχε με παρῃτημένον· συμφώνως τῷ Μωυσῇ λέγων. 53.8 γενναῖοι γὰρ καὶ ἕτοιμοι ὑπακούειν τῷ θελήματι τοῦ θεοῦ ἐν τῷ πνευματικῷ πολέμῳ προχωροῦσιν· ἑτοιμασία δὲ καλὴ καὶ ἐπιτηδει ότης πρὸς τὸν κατὰ τῶν ἀοράτων ἐχθρῶν πόλεμόν ἐστιν ὅταν τις κατα λιπὼν πατέρα καὶ μητέρα καὶ πάντα τὰ τοῦ βίου προσαγάγῃ ἑαυτὸν τῷ θεῷ, καὶ πρὸς τούτοις ἔτι καὶ τὴν ἑαυτοῦ ψυχὴν ἀρνήσηται, ἐπιδιδοὺς ὅσα κέκτηται καὶ διαφέρει αὐτῷ ἐκ τῶν σαρκικῶν γονέων χρήματα καὶ πάντα ᾧ καὶ τὴν ψυχὴν μετὰ θεὸν ἐνεπίστευσε πνευματικῷ πατρὶ καὶ ἀσκητῇ, ὥστε διοικεῖν αὐτὰ καθ' ὃν αὐτὸς βούλεται τρόπον, καὶ μὴ πολυπραγμονεῖν ὅπου χρή, καὶ ὅπου οὐ χρή, ἵνα μὴ εὑρεθῇ κρίνων καὶ δοκιμάζων, ὃν ἡρετίσατο κριτὴν καὶ διοικητὴν τῆς ψυχῆς αὐτοῦ, ὡς ἐμπείρῳ ταύτην ἐγχειρίσας προσαγαγεῖν τῷ θεῷ, καὶ διὰ τὰ εὐτελῆ τῆς ὕλης ἀποδοκιμάζων αὐτόν· δείκνυται γὰρ διὰ τούτων ἀσκητὴς μᾶλλον αὐτός, ἢ τοῦ ἀσκητοῦ ὑποχείριος διὰ τὸν θεόν. 53.9 λέγε μοι γὰρ σὺ ὁ τοῦτο ποιῶν· τὴν ψυχὴν σεαυτοῦ ἐγχειρίσαι λέγεις τῷ ἀσκητῇ, καὶ προσπίπτων αὐτοῦ τοῖς ποσὶ δεῇ, λέγων Λάβε μου τὴν ψυχὴν καὶ προσάγαγε τῷ θεῷ,