τοὺς πόδας τοῦ φοινικοβαφοῦς πεδίλου ἐγύ μνωσεν, ἀλλ' ὥσπερ μέρος τῆς τυραννίδος ἑαυτῷ ἐπαφεὶς προσῄει τῷ βασιλεῖ· ὁ δέ γε Βασίλειος, καὶ πόρρωθεν ἰδὼν, ἐδυσχέρανε καὶ τοὺς ὀφθαλμοὺς ἔβυσε, μὴ ἂν ἄλλως τοῦτον ἐθέλων ἰδεῖν, εἰ μὴ πάντη ἰδιωτεύσοι τῷ σχήματι· αὐτοῦ γοῦν που πρὸς τῇ τοῦ βασιλέως σκηνῇ ἀπελίττεται καὶ τὸ ἐρυθρὸν πέδιλον ὁ Σκληρὸς, καὶ οὕτως ὑπέδυ τὴν στέγην. 1.28 Καὶ ὁ βασιλεὺς εὐθὺς ἐξανέστη ἰδών· καὶ ἐφιλησάτην ἄμφω ἀλλήλω, εἶτα δὴ καὶ διαλόγων πρὸς ἀλλήλους ἡψάσθην, ὁ μὲν τῆς τυραννίδος ἀπολογούμενος, καὶ αἰτίας τιθεὶς δι' ἃς ἐβουλεύσατό τε τὴν ἀποστασίαν καὶ ἔδρασε· ὁ δὲ ὁμαλῶς τὴν ἀπολογίαν δεχόμενος, καὶ ἐς δαι μονίαν τύχην ἀναφέρων τὸ πεπραγμένον. Ὡς δὲ καὶ κοινοῦ μετεῖχον κρατῆρος, ὁ βασιλεὺς τὴν δεδομένην κύλικα τῷ Σκληρῷ τοῖς οἰκείοις προσαγαγὼν χείλεσι καὶ πιὼν ὅσον δὴ μέτριον, αὖθις ἀντιδίδωσι τῷ ἀνδρὶ, ὑποψίας ἀπάγων καὶ τὸ τῶν σπονδῶν παραδεικνὺς ὅσιον. Εἶτα δὴ καὶ οἷον στρατη γικὸν ἄνδρα ἠρωτήκει περὶ τοῦ κράτους καὶ ὅπως ἂν αὐτῷ ἀστασίαστος ἡ ἀρχὴ τηρηθείη· ὁ δὲ ἄρα οὐ στρατηγικὴν βουλὴν, ἀλλὰ πανοῦργον εἰσηγεῖται γνώμην, καθαιρεῖν μὲν τὰς ὑπερόγκους ἀρχὰς, καὶ μηδένα τῶν ἐν στρατείαις ἐᾶν πολλῶν εὐπορεῖν, κατατρύχειν τε ἀδίκοις εἰσπράξεσιν, ἵνα τοῖς ἑαυτῶν ἀσχολοῖντο οἴκοις, γυναῖκά τε εἰς τὰ βασίλεια μὴ εἰσαγαγεῖν, καὶ μηδενὶ πρόχειρον εἶναι, μήτε τῶν ἐν ψυχῇ βουλευμάτων πολλοὺς ἔχειν εἰδήμονας. 1.29 Ἐπὶ τούτοις διαλελυμένης αὐτοῖς τῆς κοινο λογίας, ὁ μὲν Σκληρὸς ἐπὶ τοὺς ἀποτεταγμένους αὐτῷ ἀγροὺς ἀπιὼν καὶ ὀλίγον διαβιοὺς μετήλλαξε τὴν ζωήν· ὁ δὲ βασιλεὺς Βασίλειος τά τε ἄλλα κατὰ πολλὴν ὑπεροψίαν τῶν ὑπηκόων ἔδρα, καὶ οὐκ εὐνοίαις μᾶλλον ἢ φόβοις τὴν ἀρχὴν ἑαυτῷ σοβαρωτέραν ὡς ἀληθῶς διετίθετο· τοῖς δὲ ἔτεσι προστιθεὶς καὶ πεῖραν ἁπάντων συνειληφὼς, ἀπροσ δεὴς ὥσπερ τῶν σοφωτέρων ἐτύγχανεν ὤν. Αὐτὸς γοῦν ἦρχε καὶ τῶν βουλευμάτων, αὐτὸς διετίθη καὶ τὰ στρατό πεδα· τὸ δὲ πολιτικὸν οὐ πρὸς τοὺς γεγραμμένους νόμους, ἀλλὰ πρὸς τοὺς ἀγράφους τῆς αὑτοῦ εὐφυεστάτης ἐκυβέρνα ψυχῆς· ὅθεν οὐδὲ προσεῖχε λογίοις ἀνδράσιν, ἀλλὰ τούτου δὴ τοῦ μέρους, φημὶ δὲ τῶν λογίων, καὶ παντάπασι καταπε φρονήκει. Ὅθεν καὶ θαυμάζειν μοι ἔπεισιν, ὅτι οὕτως τοῦ βασιλέως κατολιγωροῦντος τῆς περὶ τοὺς λόγους σπουδῆς, οὐκ ὀλίγη φορὰ φιλοσόφων καὶ ῥητόρων κατ' ἐκείνους τοὺς χρόνους ἐγένετο· μίαν δὲ λύσιν εὑρίσκω τῆς ἀπορίας μου καὶ τοῦ θαύματος ἀκριβεστάτην, ὡς εἰπεῖν, καὶ ἀληθεστάτην, ὅτι μὴ πρὸς ἄλλο τέλος τοὺς λόγους οἱ τότε ἄνδρες μετε χειρίζοντο, ἀλλ' ἐσπούδαζον περὶ αὐτοὺς ὡς αὐτοτελεῖς· ἀλλ' οἱ πολλοὶ παρὰ τὴν παίδευσιν οὐχ οὕτω βαδίζουσιν, ἀλλὰ τὸ χρηματίζεσθαι εἰς πρώτην αἰτίαν τῶν λόγων ἀνα φέρουσι, μᾶλλον δὲ διὰ τοῦτο τὰ περὶ τοὺς λόγους σπου δάζουσι, κἂν μὴ εὐθὺς τὸ τέλος προσῄει, ἀφίστανται τῆς ἀρχῆς. Οὗτοι μὲν οὖν ἐρρώσθων. 1.30 Ὁ δὲ λόγος αὖθις εἰς τὸν βασιλέα ἀναφερέσθω· οὗτος γὰρ, ἐπειδὴ καὶ τὸ βάρβαρον ἀνεκάθηρε, καὶ τὸ ὑπή κοον, ἵν' οὕτως εἴπω, παντοδαπῶς ἐχειρώσατο, οὐκ ἔτι μένειν ἐπὶ τῆς προτέρας ἠξίωσε προαιρέσεως, ἀλλὰ τὰ προὔχοντα τῶν γενῶν καθελὼν καὶ εἰς ἶσον τοῖς ἄλλοις καταστήσας, κατὰ πολλὴν εὐπέτειαν τὸ κράτος διακυβεύ ων ἐτύγχανε, καί τινα λογάδα περὶ αὑτὸν πεποιηκὼς ἀνδρῶν οὔτε τὴν γνώμην λαμπρῶν, οὔτε μὴν ἐπισήμων τὸ γένος, οὔτε τὰ ἐς λόγους ἐς τὸ ἄγαν πεπαιδευμένων, τού τοις καὶ τὰς βασιλείους ἐπιστολὰς ἐνεχείρισε, καὶ τῶν ἀπορρήτων κοινωνῶν διετέλει. Ἐπεὶ δὲ ποικίλη τότε οὐκ ἦν ἡ τῶν βασιλέων πρὸς τὰς ὑπομνήσεις ἢ δεήσεις ἀπό κρισις, ἀλλ' ἀφελὴς καὶ λιτὴ (τοῦ γὰρ κομψῶς καὶ συντε ταγμένως γράφειν ἢ λέγειν ἀπείχετο παντελῶς), τὰ γοῦν ἐπιόντα τῇ γλώττῃ ῥήματα ταῦτα συνείρων τοῖς γράφου σιν