κοσμικὰ, καὶ τῇ τοῦ παρόντος βίου τύρβῃ τὸν ἑαυτῶν ἐνδήσαντες νοῦν, ἀεί πως ἐπιμεμήνασι τοῖς τὸν εὐαγῆ καὶ ἀπόλεκτον διαβιοῦσι βίον, καὶ ἐχθρὸν ἡγοῦνται τῆς δικαιοσύνης τὸν ἐραστήν. Στίχ. ιδʹ. Ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοί· ἐν ετείναντο τόξον αὐτῶν, τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα, τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρ δίᾳ. Ὥσπερ ἐστὶ πανοπλία Θεοῦ τις, οὕτως ἐστί τις πανοπλία τοῦ διαβόλου, ἣν ὁ αὐτοῦ στρατιώτης ἐνδέ δυται· τὸν θώρακα τῆς ἀδικίας, τὴν περικεφαλαίαν τῆς ἀπωλείας, τὸν θυρεὸν τῆς ἀπιστίας, τὴν μάχαι ραν τοῦ πονηροῦ πνεύματος, ἣν σπᾶται ἁμαρτωλὸς, οὗ οἱ πόδες ἐπ' ἀδικίαν τρέχουσιν. Ἔστι τις ἑτοιμα σία τοῦ Εὐαγγελίου, ἔστι καὶ ὑπόδημα ἑτοιμότατον εἰς τὴν ἁμαρτίαν. Ἐνταῦθα οὖν ῥομφαίαν ἐσπάσαντο· ὅτι πρόχειρον ἔχουσι τὴν ἁμαρτίαν, καὶ ἕτοιμοί εἰσιν ἐπὶ τὸ ποιεῖν αὐτήν· οἱ κρύπτοντες ἐν τῷ κουλεῷ τῆς ἁμαρτίας τὴν ῥομφαίαν τοῦ πονηροῦ πνεύματος. Βέλος τῶν δικαίων, Χριστός ἐστιν Ἰησοῦς. Ἔθηκαςὡς βέλος ἐκλεκτόν. Ὁ λόγος τῶν ἁμαρτωλῶν βέλος ἐστίν· ἁμαρτίας ἰὸν ἔχει· τιτρώσκει τὸν μὴ καθ ωπλισμένον τῷ τῆς πίστεως θυρεῷ. Οἴδασιν, ὅτι οὐ δύνανται καταβαλεῖν πλούσιον πλουτοῦντα ἐν σοφίᾳ, ἐν ἔργοις ἀγαθοῖς. ∆ιὰ τοῦτο τὴν ἀρχὴν οὐδὲ ἐπιβάλ λουσιν αὐτῷ. Ἀλλ' ἡ πᾶσα ἐπιβουλή ἐστι κατὰ τοῦ πτωχοῦ· ἐπεὶ λύτρον ψυχῆς ἀνδρὸς ὁ ἴδιος πλοῦ τος· πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν. Καλὸν μὲν οὖν μὴ ἔχειν ῥομφαίαν ἁμαρτίας· δεύτερον δὲ, ἔχοντα, μὴ σπᾶσθαι αὐτὴν, ἀλλὰ ποιεῖν αὐτὴν ἡσυχάζειν. Ἀργοῦσα γὰρ, οὐ μόνον ἰοῦται, οὐδὲ ἀμβλύνεται, ἀλλὰ τέλεον ἐξαφανίζεται. Καὶ οὐ χρείαν ἔχομεν πυ ρὸς, ὅπου ἑκάστου τὸ ἔργον δοκιμάζεται· ὃ Πέτρου μὲν οὐχ ἅπτεται, ἀλλ' ἀκούει, Κἂν διέλθῃ διὰ πυρὸς, φλὸξ οὐ κατακαύσει σε· ἁμαρτωλῶν δὲ ἅπτεται ἡ λίμνη τοῦ πυρὸς, ὡς ἡ Ἐρυθρὰ Αἰγυπτίων, οὐ μὴν καὶ Ἑβραίων. Ὥσπερ μέντοι ὁ Σωτὴρ βέλος ἐκλεκτὸν, καὶ ἀνάλογα τῷ Σωτῆρι βέλη τοῦ Θεοῦ οἱ ἅγιοι τιτρώσκοντες βέ λει ἐκλεκτῷ, ἵνα ὁ τετρωμένος λέγω· Τετρωμένη ἀ γάπης ἐγώ· οὕτως ὁ Ἀντίχριστος βέλος τοῦ πονη ροῦ. Καὶ πάντες οἱ ἁμαρτωλοὶ βέλη τοῦ διαβόλου, οἷς 17.129 κατὰ τῶν δικαίων χρᾶται. Ἴδε γυναῖκα, καὶ ἐπ εβούλευσάν σοι. Εἰ μὴ βέλος ἐστὶ πεπυρωμένον, πῦρ ἔχουσα ἐν στόματι, ἵνα λαλήσῃ καὶ καύσῃ σε, ἐν χει ρὶ, ἐν ὅλῳ τῷ σώματι, ἐν ὅλῃ τῇ ψυχῇ; Καὶ ὥσπερ ὁ Θεὸς τίθησι τόξον ἐν τῇ νεφέλῃ, ἵνα παύσῃ χειμῶνα, καὶ μὴ γίνηται κατακλυσμός· οὕτω, κατὰ τὸ ἀντικείμενον, ὁ πονηρὸς χρᾶται τόξῳ, ἵνα παύσῃ γαλήνην ἀπὸ ψυχῆς, καὶ εἰρήνην σβέσῃ, καὶ πόλε μον ἐγείρῃ, καὶ χειμῶνα ποιήσῃ. Μήποτε δὲ οἱ πτω χοὶ καὶ πένητες ἀδελφοί εἰσι τῶν εὐθέων τῇ καρ δίᾳ, οἱ πτωχοὶ τῷ πνεύματι, οὓς ζητοῦσι καταβα λεῖν οἱ δαίμονες. Ἐὰν ἴδῃς σκανδαλιζόμενον, καὶ ὑπὸ τῆς ἁμαρτίας κεκρατημένον, βλέπε, ὅτι οὗτος ἔσφα κται, καὶ τὸ αἷμα αὐτοῦ ῥεῖ, ὃ ἐκζητεῖ Θεός. Ἀπ ώλετο γὰρ ἡ ζωτικὴ δύναμις αὐτοῦ· ἐκζητεῖ δὲ αὐτὸ ἀπὸ ἀδελφοῦ καὶ ἀπὸ θηρίου· ἀπὸ πιστοῦ σκαν δαλίζοντος, καὶ ἀπὸ ἀλλοτρίου τῆς πίστεως, καὶ ἀπὸ τῆς χειρὸς τοῦ σκοποῦ. Ἀλλὰ ταῦτα μὲν ἴσως περιεργότερον εἴρηται. Ὁ μέντοι ψάλλων διαλευκαίνει πᾶν τὸ ἤδη ῥηθὲν, τό· Κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον, φημί. Καθά περ γὰρ ἐν πίνακι σαφῶς μηνιῶντα ζωγραφεῖ, καὶ παραταττόμενον εἰσφέρει, καὶ φονῶντα δεικνύει, καὶ ἀπογυμνοῦντα τὸ ξίφος, καὶ ἤδη τοξεύοντα, καὶ τὴν ἀδικίαν αὐτοῦ καθίστησιν ἐναργῆ. Σκοποὶ γὰρ τῷ ἁμαρτωλῷ οὐχ ἕνα τινὰ τῶν ἀδικησάντων αὐτῷ, ἢ κατά τι προσκεκρουκότων, καὶ προφάσεις τῷ πολέμῳ δεδωκότων εὐλόγους ἀμύνεσθαι· ἀλλ' ἵνα καταβάλῃ πτωχὸν, τουτέστι τὸν ἐπιεικῆ καὶ μετριόφρονα, καὶ ταπεινὸν τῇ καρδίᾳ, ὃν καὶ ὁ Σωτὴρ πτωχὸν ἔφη τῷ πνεύματι, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἄξιον εἶναί φησι. Τίς οὖν τοῖς ἁμαρτωλοῖς λόγος πρὸς τοὺς εὐ θεῖς τῇ καρδίᾳ, καὶ τοὺς πτωχοὺς τῷ πνεύματι; παντελῶς οὐδείς. Ἠδικήκασι γὰρ ἐκείνους οὐδὲν τὰς ἑαυτῶν ὁδοὺς ἀπευθύνοντας εἰς δικαιοσύνην. Ἀκονᾷ δὲ, οἶμαι, κατ' αὐτῶν τοὺς ὠνομασμένους, μάταιός τις ἁπλῶς, καὶ οὐκ εὐάφορμος φθόνος, ἐκ διαβολικῆς σκαιότητος ἐκκεκαυμένος ἐν αὐτοῖς. Στίχ. ιεʹ. Ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὰς καρ