αὐξανόμενον τὸ πνεῦμα ἐν ἑαυτῷ ἔμεινεν, ὁποῖον ἦν ἀπ' ἀρχῆς, ἀλλὰ ηὔξανεν τὸ πνεῦμα ἑαυτῷ, οὗ αὐξά νοντος καὶ ὁσημέραι πλείονος γε νομένου καὶ ἡ ψυχὴ αὐτοῦ ἀκο λούθως τῷ πνεύματι συνηύξανεν. Καὶ ἐὰν ἐντέλληται ὁ θεὸς προστα κτικῶς λέγων· «αὐξάνεσθε καὶ πλη θύνεσθε», οἱ μὲν κατὰ σάρκα ἀκού οντες τοῦ λόγου οὐκ οἶδα πῶς δύ νανται αὐξάνεσθαι. Ἔστω γὰρ τὸ «πληθύνεσθαι», ἐπειδὴ ὁ πληθυσμὸς ἀριθμὸν πλείονα προσάγει τῶν πλη 11.67 θυνομένων-πῶς οὖν ἐπὶ τοῦ ῥητοῦ προστάσσει ὁ θεὸς τὸ «αὐξάνειν»; Πᾶς ἄνθρωπος βούλεται εἰς τὸ μέ γεθος ἐπιδιδόναι, ἀλλ' οὐ πάντες ἐπιτυγχάνουσιν· εἰ τοίνυν τὸ προσ τακτικὸν ἔστιν καὶ δυνατὸν ποιῆσαι τὸ προστασσόμενον, ἐφ' ἡμῖν ἐστιν τὸ «αὐξάνειν». Καὶ παράδειγμα περὶ οὗ γέγρα πται· «καὶ Ἰσαὰκ προέκοπτεν καὶ μείζων ἐγένετο, ἕως οὗ ἐγένετο μέ γας σφόδρα»· ὅπερ ἐστὶν ἐπιδιδοὺς τῇ αὐξήσει τῆς προαιρέσεως ἐπὶ τὸ ἀγαθόν, τῇ αὐξήσει τῆς ψυχῆς ἐπὶ τὸ βέλτιστον, τῇ αὐξήσει τοῦ νοῦ ἐπὶ τὸ διορατικόν, τῇ αὐξήσει τῆς μνήμης ἐπὶ τὸ δραστικώτερον, ὥστε πλειόνων μνημονεύειν. Οὕτως ὁ πά σας τὰς δυνάμεις τῆς ψυχῆς αὐτοῦ γεωργῶν πληροῖ τὴν λέγουσαν ἐντο λήν· «αὐξάνεσθε». Καὶ Ἰωάννης οὖν ὡς μακάριος καὶ ἔτι παιδίον ὢν ηὔξανεν· σπάνιον δὲ ἐν ἡμῖν εὑρε θῆναι παιδίον αὐξανόμενον πνεύ ματι. 11.68 Ἄλλο δὲ τὸ «αὐξάνειν» καὶ ἄλλο τὸ «κραταιοῦσθαι». Ἡ ἀνθρωπίνη φύσις ἀσθενής ἐστι καί, ἵνα γένηται ἰσχυρά, χρείαν ἔχει βοηθείας κρείτ τονος. Τίνος οὖν χρεία, ἵνα κραταιω θῇ; Πνεύματος. Ὁ οὖν μέλλων ἀληθῶς κρα ταιοῦσθαι κραταιοῦται «πνεύματι»· οἱ μὲν γὰρ πολλοὶ κατὰ σάρκα κρα ταιοῦνται σαρκί, <οἱ δὲ θεοῦ ἀθλη ταὶ> κραταιοῦνται «πνεύματι» καὶ διὰ τὸ ἐν αὐτῷ κραταιοῦσθαι ἰσχυροὶ γίνονται πρὸς «τὸ φρόνημα τῆς σαρ κός»· παλαίοντος γὰρ τοῦ πνεύμα τος τῇ σαρκὶ νικᾷ τὸ πνεῦμα ἐν ἐκείνῳ, ἐν ᾧ ἡ κραταίωσις γίνεται τοῦ πνεύματος. «Καὶ ἦν ἐν ταῖς ἐρήμοις», φησίν. Ὥσπερ ἡ γένεσις αὐτοῦ παράδοξος- 11.69 «ἐσκίρτησε» γὰρ «ἐν ἀγαλλιάσει» ἐπι γινώσκων τὸν Χριστόν-καὶ ὡς ἐλα λεῖτο πρὸς αὐτὸν [κατ' αὐτὴν] ὡς ἀκούοντα τὸ ὑπὸ τοῦ πατρός, ὅτι· «καὶ σύ, παιδίον, προφήτης κλη θήσῃ», οὕτως οὐδὲ ἔμεινεν μετὰ τοῦ πατρὸς καὶ τῆς μητρός, ἀλλ' ἀνεχώ ρησεν φεύγων τὸν ἐν πόλεσι θόρυβον καὶ τὴν ἐν τοῖς ὄχλοις ἀηδίαν, ἵνα ἐν ταῖς ἐρημίαις τυγχάνων, ἐπεὶ μη δέπω ἐβούλετο αὐτὸν ὁ θεὸς ὑπη ρετεῖν τῷ μυστηρίῳ τοῦ βαπτίσ ματος, εὐχαῖς σχολάζῃ παραδόξως ἀνατρεφόμενος. 11.70 «Ἦν» γὰρ «ἡ τροφὴ αὐτοῦ» κατὰ τὸν Ματθαῖον «ἀκρί δες καὶ μέλι ἄγριον»· ἐπεὶ γὰρ διά κονος ἦν <τῆς> πρώτης Χριστοῦ ἐπι δημίας, διὰ τοῦτο ἡ τροφὴ αὐτοῦ οὐκ ἦν μέλι ἥμερον-ἐτηρεῖτο γὰρ τὸ ἥμερον μέλι καὶ ἐξειργασμένον τῷ κυρίῳ-καὶ ἐπεὶ πρὸ τῆς παρου σίας προεφήτευεν καὶ ᾠκονόμει τὰ πρὸ τῆς παρουσίας, διὰ τοῦτο ἦν αὐτῷ τροφὴ πτηνὸν ὀλίγον αἰρό μενον ἀπὸ τῆς γῆς, ἀκρίδες, βραχὺ ζῷον καὶ καθαρόν. 11.71.10 Μυστήριόν τι μέγα βούλεται ὁ λόγος παραστῆσαι, ὅτι εἰς τὴν τῆς οἰκουμένης ὅλης ἀναγραφὴν ἔδει ἀνα γραφῆναι Χριστὸν Ἰησοῦν, ἵνα συν αναγραφεὶς τοῖς ἐν τῇ οἰκουμένῃ ἁγιάσῃ τὴν οἰκουμένην καὶ μεταθῇ τὴν ἀπογραφὴν ταύτην «εἰς βίβλον ζώντων», ἵνα «τὰ ὀνόματα» τῶν συγ γραφέντων αὐτῷ καὶ πιστευσάντων αὐτῷ «ἐγγραφῇ ἐν τοῖς οὐρανοῖς». 12.72 Τί δήποτε ὁ ἄγγελος οὐκ ἀπῆλ θεν εἰς Ἱεροσόλυμα, οὐκ ἐζήτησε τοὺς γραμματεῖς καὶ τοὺς Φαρισαί ους, οὐκ εἰσῆλθεν εἰς τὴν τῶν Ἰου δαίων συναγωγήν, ἀλλὰ «ποιμένας» εὗρεν «ἀγραυλοῦντας καὶ φυλάσσον τας τὰς φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν» κἀκείνους εὐηγγελί σατο; 12.73 Ἆρ' ὁ λόγος οὐδὲν αἰνίσσεται, ἀλλ' ὄντως τὸ προκείμενον ἦν, ποιμέσι προβατίων τοιούτων αἰσθητῶν τὸν ἄγγελον ἐπιστάντα λελαληκέναι, καὶ οὐδὲν ἄλλο ἐμφαίνει παρὰ τοῦτο; Ἀλλὰ τοῖς τῶν ἐκκλησιῶν ποιμέσιν ὁ ἄγγελος εὐαγγελίζεται τὸν Χρι στόν. Οὗτοι γάρ, ἐὰν μὴ ἐκεῖνος ὁ ποιμὴν ἔλθῃ, οὐ δύνανται ποιμαίνειν ἀφ' ἑαυτῶν καλῶς· ἐλλιπὴς αὐτῶν ἡ ποιμαντική, ἐὰν μὴ Χριστὸς αὐτοῖς συνεργῇ. «Θεοῦ γάρ», φησιν, «ἐσμὲν συνεργοί». Καὶ γὰρ ἔταξεν «ἐν τῇ ἐκκλησίᾳ ἀποστόλους, προφήτας, διδασκά λους, εὐαγγελιστάς, ποιμένας, πάν