8
ἀπὸ σκυθρωποτέρων μὲν φωνῶν, ἀναγκαίων δὲ ἄρχεται οἷον «ἀποκτενῶ», εἶτα ἀποκτείνας «καὶ ζῆν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι»-»Ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται»- πρῶτον πατάσσει καὶ μετὰ τοῦτο ἰᾶται, «αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν»· οὕτω δὲ καὶ ἐνθάδε· «Καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν καὶ ἀνοικοδομεῖν καὶ καταφυτεύειν.» Πλὴν πρῶτόν ἐστιν ἐκεῖνα τὰ φαῦλα ἀφαι ρεθῆναι ἀφ' ἡμῶν· οὐ δύναται εἰς τὸν τόπον τῆς οἰκοδομῆς τῆς φαύλης οἰκοδομεῖν ὁ θεός· «Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; τίς κοινωνία φωτὶ πρὸς σκότος;» ∆εῖ τὴν κακίαν ἐκ βάθρων ἐκριζωθῆναι, δεῖ τὴν οἰκοδομὴν τῆς κακίας καταναλωθῆναι ἀπὸ τῆς ψυχῆς ἡμῶν, ἵνα μετὰ ταῦτα οἱ λόγοι οἰκοδομῶσι <καὶ φυτεύωσιν>· οὐ δύναμαι γὰρ ἄλλως νοῆσαι τὰ γεγραμμένα· «Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου», τὶ ποιοῦσιν οἱ λόγοι; «ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν»· λόγοι ἐκριζοῦσιν «ἔθνη», λόγοι κατασκάπτουσι «βασιλείας», <ἀλλ' οὐ τὰς βασιλείας> ταύτας τὰς σωματικὰς καὶ κοσμι κάς· ἀξίως λόγων κατασκαπτόντων, ἀξίως λόγων ἐκρι ζούντων νόει τὰ ἐκριζούμενα ὑπὸ λόγων, τὰ κατασκαπτό μενα ὑπὸ λόγων. Ἆρα ἄρτι ἐν τοῖς λεγομένοις οὐκ ἔστι δύναμις, -ἐὰν ὁ θεὸς διδῷ κατὰ τὸ «κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ», -δύναμις ἐκρι ζοῦσα, εἴ τις ἀπιστία, εἴ τις ὑπόκρισις, εἴ τις πονηρία, εἴ τις ἀκολασία; οὐκ ἔστι κατασκάπτουσα, εἴ που εἰδωλεῖον ᾠκοδόμηται εἰς τὴν καρδίαν; ἵνα ἐκείνου κατασκαφέντος οἰκοδομηθῇ ναὸς τοῦ θεοῦ, καὶ δόξα τοῦ θεοῦ εὑρεθῇ ἐν τῷ ἀνοικοδομηθέντι ναῷ, καὶ γένηται οὐκ «ἄλσος», ἀλλὰ «φυτεία»-παράδεισος τοῦ θεοῦ, -ὅπου ὁ ναὸς τοῦ θεοῦ, ἐν Χριστῷ Ἰησοῦ· ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 2.t Εἰς τὸ «πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;» μέχρι τοῦ «ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον ἐμοῦ, λέγει κύριος». Ὁμιλία βʹ. 2.1 «Ὁ θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων· ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου, καὶ οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου, οὐδὲ ᾅδου βασίλειον ἐπὶ γῆς», εἶτα ὀλίγον ὑπερβὰς τὸ ῥητὸν ἐρῶ· πόθεν οὖν θάνατος εἰσῆλθεν; «Φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.» Εἴ τι οὖν ἄριστον περὶ ἡμᾶς, ὁ θεὸς πεποίηκεν, ἡμεῖς δὲ ἑαυτοῖς ἐκτίσαμεν τὴν κακίαν καὶ τὰς ἁμαρτίας· διὰ τοῦτο καὶ ἐνθάδε ἡ ἀρχὴ τοῦ ἀναγνώσματος ἡ ἐν τῷ προφήτῃ οἷον ἐπαπορητικῶς ἔλεγεν πρὸς τοὺς πικρότητα ἐσχηκότας ἐν τῇ ψυχῇ ἐναντίαν τῇ γλυκύτητι, ἣν ὁ θεὸς κατεσκεύασεν αὐτῇ· «Πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;» ὡσεὶ ἔλεγε· χωλότητα οὐκ ἐποίησεν ὁ θεός, ἀλλ' ἀρτίποδας πεποίηκε πάντας, αἰτία δὲ γεγένηται τοῦ χωλανθῆναι τοὺς κεχωλωμένους, καὶ πεποίηκεν ὁ θεὸς τὰ μέλη πάντα προηγουμένως ὑγιαίνοντα, γέγονε δέ τις αἰτία τοῦ παθεῖν τινα· τὸν αὐτὸν τρόπον ἡ ψυχὴ οὐ τοῦ πρώτου μόνου γέγονε «κατ' εἰκόνα», ἀλλὰ παντὸς ἀνθρώπου, -τὸ γὰρ «ποιή σωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν» φθάνει ἐπὶ πάντας ἀνθρώπους, -καὶ ἔστι πρεσβύτερον ὥσπερ ἐν τῷ Ἀδὰμ ἐκεῖνο ὃ οἱ πολλοὶ νοοῦσι τὸ «κατ' εἰκόνα» τοῦ προσειλημμένου αὐτῷ, ὅτε ἐφόρεσε διὰ τὴν ἁμαρτίαν «τὴν εἰκόνα τοῦ χοϊκοῦ», οὕτως ἐν πᾶσι πρεσ βύτερον τὸ κατ' εἰκόνα θεοῦ τῆς εἰκόνος τῆς χείρονος. «Ἐφορέσαμεν» ἁμαρτωλοὶ ὄντες «τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν» μετανοοῦντες «τὴν εἰκόνα τοῦ ἐπουρανίου», πλὴν ἡ κτίσις γέγονεν ἐν εἰκόνι τοῦ ἐπουρανίου. Ἀπορεῖ οὖν ἐνθάδε πρὸς τοὺς ἁμαρτάνοντας ἐλεγκτικῶς λέγων ὁ λόγος· «Πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία; ἐγὼ» γὰρ «ἐφύτευσά σε ἄμπελον καρποφό ρον πᾶσαν ἀληθινήν». Ἐν τοῖς πρὸ τούτων λέλεκται, καὶ ἐπαναλαβὼν ὀλίγα πείσω ὑμᾶς, ὅτι θεὸς μὲν καλὴν ἄμπελον ἐφύτευσε τὴν τοῦ ἀνθρώπου ψυχήν, ἕκαστος δὲ στραφεὶς γέγονεν ἐναντίος τῷ βουλήματι τοῦ κτίσαντος· «Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν»,