εἴποι τις, οἱ ὑπὸ 13.789 τοὺς ἱερεῖς νεωκόροι· οἱ δὲ οἶκος Ἰσραὴλ οἱ ἀπὸ τῶν ιβʹ φυλῶν· οἱ δὲ φοβούμενοι τὸν Κύριον οἱ ἀλλότριοι τοῦ Ἰσραηλιτικοῦ σπέρματος καὶ προσκείμενοι τῷ Κυρίῳ καὶ προσήλυτοι. Καὶ ἀποστελῶ ἐγὼ ἐπὶ σέ. Παρατηρητέον τοῦτο παραδόξως πεφρασμένον εἰς παράστασιν ἀποῤῥήτου καὶ θειοτάτου νοήματος. Ἐν ταῖς ὁδοῖς σου, φησὶ, ταῖς κολαζομέναις ἐκδικήσω σε. Ἀδικούμενοι γὰρ οἱ ἁμαρτάνοντες οὐκ ὑπὸ ἄλλου τινὸς ἢ ὑπὸ ἑαυτῶν ἠδικήθησαν. Καὶ οὐκ ἄλλοι καθ' ὑπόθεσιν ὄντες τῶν ἠδικημένων κολάζονται οἱ ἀδικήσαντες, ἀλλ' εἰσὶν οἱ αὐτοὶ ἐκδικούμενοι καὶ κολαζόμενοι. Ἐκδικῶν τοίνυν τοὺς ὑφ' ἑαυτῶν διὰ τὴν κακίαν ἠδικημένους ὁ Θεὸς, κολάζει αὐτοὺς καθὸ ἠδικήκασι. Καὶ διὰ τῆς κολά σεως μὲν ἐξαφανίζονται οἱ ἠδικηκότες, καταλείπονται δὲ οἱ ἠδικημένοι οὐδαμῶς ἔτι ἔχοντες ἐν ἑαυτοῖς τοὺς ἠδικηκότας· οὐ γὰρ ἔτι ἔχουσι τὴν ἠδικηκυῖαν αὐτοὺς κακίαν καὶ τὰ ἔργα αὐτῆς. Πρόσχες δὲ καὶ τῷ· ∆ώ σω ἐπὶ σὲ πάντα τὰ βδελύγματά σου· οὐ γὰρ τινὰ μὲν δίδωσι, τινὰ δὲ οὐ δίδωσιν, ἀλλὰ πάντα ἐξαφανί ζει· καὶ εἰ δεῖ οὕτως εἰπεῖν, καὶ εὐεργετῶν καὶ χαρι ζόμενος τοῖς τὰ βδελύγματα πεποιηκόσιν ὁ Θεὸς, δί δωσιν ἐπ' αὐτοῖς πάντα τὰ βδελύγματα αὐτῶν, ὡς ἔστι μαθεῖν καὶ ἐκ τῶν ἐν τῷ Ἀμὼς οὕτω γεγραμ μένων· Πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς· διὰ τοῦτο ἐκδικήσω ἐφ' ὑμᾶς πάσας τὰς ἁμαρτίας ὑμῶν· οἱονεὶ γὰρ κἀκεῖ τοιοῦτόν ἐστι τὸ λεγόμενον· Ἐπειδήπερ παρὰ πάντας τοὺς ἐπὶ γῆς ὑμᾶς ἔγνων ὡς ἐμοὺς ἐπιλεξάμενος, ὅπερ ἀκόλου θόν ἐστι τῷ, Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ· διὰ τοῦτο ἐκδικήσω ἐφ' ὑμᾶς ὡς ἐμοὺς (καὶ οὓς ἔγνων ἐγὼ εὐεργετῶ) πάσας τὰς ἁμαρτίας ὑμῶν. Καὶ ὡς ὁ καλός γε ἰατρός, φησὶ τό· Οὐ φείσεται ὁ ὀφθαλμός μου ἐπὶ σὲ, οὐδ' οὐ μὴ ἐλεήσω. Ὡς γὰρ ὁ φειδό μενος τῶν μείζονος τομῆς καὶ καυτηρίου δεομένων ἰατρὸς καὶ ἐλεῶν αὐτοὺς δεομένους μειζόνων βασάνων καὶ πόνων, ἐλλιπεστέραν προσάγει θεραπείαν· οὕτως ἂν ἐποίησεν ὁ λέγων· Οὐ φείσεται ὁ ὀφθαλμός μου ἐπὶ σὲ, οὐδὲ μὴ ἐλεήσω· εἴπερ ὡς ἑταῖρος ἐκήδετο καὶ ἐλεεῖ. Τὴν ὁδὸν οὖν ἑκάστου ἐπ' αὐτὸν δώσει, καὶ τὰ βδελύγματα τοῦ βδελυκτὰ ἡμαρτηκότος ἐν μέσῳ τοῦ ἡμαρτηκότος ἔσται οἱονεὶ κατανοούμενα καὶ βλε πόμενα καὶ καταγινωσκόμενα, ἵνα μετὰ ταῦτα γνῶ σιν οὗτοι περὶ ὧν ὁ λόγος, διότι Κύριος Κύριος, καὶ πῶς ἐστι Κύριος· καὶ ἐν τῷ Ὠσηὲ δέ φησιν· Ἐκδικήσω τὸν Ἰακὼβ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καὶ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ ἀνταποδώσω αὐτῷ· τὸ ὅμοιον κἀκεῖ ἐν τῷ ἐκδικήσω δηλῶν ὁ λόγος. Κακία μία, κακία ἰδοὺ πάρεστι. Κακίαν μίαν προαγορεύει ὁ προφήτης ἐν ᾗ τὸ πέρας ἥκειν φησὶ, τὴν τῶν Ἰουδαίων κατὰ Χριστοῦ τόλμαν· πλοκὴν δέ φησι τὴν ἀναπλήρωσιν τῶν ἁμαρτημάτων. Τούτῳ γὰρ τῷ λόγῳ καὶ οἱ Ἀμοῤῥαῖοι ἐξωλοθρεύθησαν, ὅταν ἐπληρώθησαν αἱ ἁμαρτίαι. Καὶ ὅταν δέ τις ἁμαρ τάνων πολλὰ ἕν τι μὴ ἁμαρτήσῃ, διότι τῆς μακρο 13.792 θυμίας ἀπολαύει τοῦ Θεοῦ, ἐὰν μετὰ ταῦτα κἀκεῖνος προσθήσῃ τὸ ἁμάρτημα τοῖς προημαρτημένοις, εἰκό τως λεχθείη ἂν ἐπ' αὐτῷ· Κακία μία, κακία ἰδοὺ πάρεστι, ἰδοὺ ἥκει ἡ πλοκὴ ἐπὶ σέ. Ἤνθησεν ἡ ῥάβδος. Τάχα ἐπειδὴ μετὰ τὰς παι δεύσεις αἱ εὐεργεσίαι τοῦ Θεοῦ ἀναλάμπουσιν, ἀν θεῖν λέγεται ἡ ῥάβδος τῆς ἐκ τῆς διορθώσεως τοῦ παιδευομένου εὐεργεσίας. Καὶ ἐν τῷ Ἡσαΐᾳ δὲ μία τῶν περὶ Χριστοῦ προφητειῶν οὕτως ἔχει· Καὶ ἐξε λεύσεται ἡ ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄν θος ἐκ τῆς ῥίζης ἀναβήσεται. Ἥντινα καὶ προφή της νομίζω δηλοῖ, διὰ μὲν τῆς ῥάβδου τοῦ σωτηρίου λόγου τὸ ἐπιπληκτικὸν καὶ κολαστικὸν τῶν ἀκουόν των, ὅτε ἐλέγχονται· διὰ δὲ τοῦ ἄνθους τὸ ἀποτέλεσμα τοῦ ἐλέγχου καὶ τῆς ἐπιπλήξεως. Ἕκαστος οὖν ἡμῶν ὅτε αἰσθάνεται ὑπὸ ῥάβδου θείας πληττόμενος, πειρά σθω, διὰ τοῦ ὑπομένειν καὶ εὐαρεστεῖσθαι τοῖς ἀπαν τῶσιν, ἄνθος ποιεῖσθαι πρὸς τὴν ῥάβδον. Ὅρα εἰ τού του δύναται σύμβολον εἶναι ἡ τοῦ Ἀαρὼν ῥάβδος μετὰ πολὺν χρόνον ἐν ᾧ εἶχεν αὐτὴν βλαστήσασα καὶ καρπὸν ἐνηνοχυῖα· οἱονεὶ γὰρ ῥάβδος Θεοῦ ἐκείνη, ὡς γέγραπται· Καὶ τὴν ῥάβδον τὴν παρὰ τοῦ Θεοῦ λήψῃ· ἥντινα ὁ ἐνεγκὼν ὃν δεῖ τρόπον ῥάβδον φέρειν Θεοῦ, ὕστερον οὐ μόνον ἄνθος, ἀλλὰ καὶ καρπὸν ὄψε ται ἐν