1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

8

σωτηρίαν· ἵν' εἰς ἑαυτὸν τὴν φθορὰν κατακρίνας τὸ πλάσμα σώσῃ θεότητος τῷ κράτει· τὸ δὴ φρονοῦσα τῇ Θεητόκῳ φέρει πρὸς λύτρον αὐτῆς τ' ἀνδρὸς ἄχραντον δόμα.

42 Εἰς τὸ κιβούριον τοῦ Προδρόμου

Θείας τραπέζης συγκαλύπτραν με βλέπων Χερουβικὴν νόμιζε ταξιαρχίαν·

Χριστὸν γὰρ ἔνδον μυσταγωγεῖσθαι νόει, τὸν τῶν ἄνω τε ∆εσπότην καὶ τῶν κάτω.

43 Εἰς τὸ τέμβλον Θείαν τράπεζαν πρὸ προσώπου σου βλέπων αἰδοῦ τὸ σεπτὸν καὶ ὅλος στῆθι

φόβῳ.

44 Εἰς τὸ ἅγιον θυσιαστήριον Φρικτὸν τὸ βῆμα τοῦτο καὶ πλῆρες φόβου, ναὸς Θεοῦ φωτεινὸς, ἁγνοῖς

ἁπτέος. Πρόσελθε θείως, καὶ μεθέξεις ἀξίως· πῦρ γὰρ τὸ δῶρον τοὺς ἀναξίους φλέγον.

45 Εἰς τοὺς πυλῶνας τοῦ νάρθηκοσ

Πύλας διάρας τοῦ ναοῦ τῶν ἐνθάδε ἴθι, προσοῖσον πνεῦμα συντετριμμένον·

καὶ τοῦτο θῦμα δεκτόν ἐστι Κυρίῳ.

46 Εἰς τὴν πρώτην εἴσοδον τοῦ ναοῦ

Οἴκου Θεοῦ μέλλοντες εἰσβαίνειν πύλην ἔξω γένοισθε τῆς μέθης τῶν φροντίδων, ἵν' εὐμενῶς εὕροιτε τὸν κριτὴν ἔσω, λύσεις ὑμῖν διδοῦντα τῶν ὀφλημάτων.

47 Εἰς ναοῦ εἴσοδον· εἰς σταυρόν

Ἔχων με φρουρὸν μὴ πτοοῦ κτύπους φόβων· καυστὴρ γάρ εἰμι φρικτοειδὴς

δαιμόνων.

48 Ἐπίγραμμα εἰς σταυρούσ Ἐφ' ᾧ τυποῦμαι, χώραν οὐ Σατὰν ἔχει· καθεῖλα γὰρ τὸ κράτος αὐτοῦ

παντάπαξ.

49 Ἄλλο Σοῦ τῇ θέᾳ πόρρωθεν ὁ δράκων τρέχει τύπον σε δέρκων τοῦ Θεοπλόκου

ξύλου.