1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

9

τὰ δικαιώματα τῆς κοιλίας ὡς ὁ φαρισαῖος, ἀλλ' οὐδὲ τοὺς ὀφθαλμοὺς τολμῶν ἐπᾶραι εἰς τὸν οὐρανόν, ἔλεγεν· Ὁ θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Πρὸς ταῦτα ὁ κύριος· Ἀμὴν λέγω ὑμῖν, ὅτι κατῆλθε δεδικαιωμένος ὁ τελώνης παρ' ἐκεῖνον τὸν φαρισαῖον. Καὶ ἵνα μὴ νομίσῃ τις περὶ τῶν δύο προσώπων ταῦτα αὐτὸν εἰρηκέναι, ἐπήγαγεν εἰπών, ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Βλέπεις πῶς ἐδικαίωσε τὸν τελώνην ἡ ἐξομολόγησις τῶν ἁμαρτημάτων, καὶ πῶς κατέκρινε τὸν φαρισαῖον ἡ ἀπαρίθμησις τῶν δικαιωμάτων; Πλὴν ἀλλ' ἐάν τις ἀκριβῶς ἐξετάσῃ, καὶ τοῦ φαρισαίου ἐκείνου ἀσεβέστεροί εἰσιν οἱ εἰς τὴν νομιζομένην ἐγκράτειαν χωρήσαντες. Ἐκεῖνος μὲν γὰρ εἰ καὶ τοὺς ἀνθρώπους ἐξηυτέλιζεν, ἀλλ' ὅμως εἰς τὸ ἱερὸν ἤρχετο καὶ μετὰ παντὸς τοῦ λαοῦ τὰς λατρείας ἀπεδίδου τῷ θεῷ· τούτους δὲ εἰς τοσοῦτον ἐφυσίωσεν ὁ διάβολος, ὡς καὶ αὐτῆς τῆς ἐκκλησίας τοῦ Χριστοῦ κατεπαρθῆναι. Καὶ τί ἀπολογήσονται ἐν ἡμέρᾳ τῆς κρίσεως; Πάντως γὰρ ἐρεῖ αὐτοῖς ὁ κύριος· «Ἐγὼ μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἤσθιον καὶ συνανακείμενος αὐτοῖς ἁμαρτωλὸς οὐκ ἐγενόμην, καὶ ὑμεῖς ἅπαντα τὸν λαόν μου ὡς ἁμαρτωλοὺς ἐβδελύξασθε. Οὐδεὶς ἴσως ὑμῶν ἦν ἐν δικαιοσύνῃ· ἰσότιμον ἑαυτοῖς οὐδένα εὕρετε, πάντων ταῖς καρδίαις ἐνεβατεύσατε, πάντων τοὺς λογισμοὺς ἀνέγνωτε. Οἴδατε ὅτι ὁ θεὸς καρδίας ἐστὶ δοκιμαστής, οὐ κοιλίας ζυγοστάτης· ἔστω δὲ καὶ τὸν λαόν μου ὡς ἁμαρτωλὸν κατεδικάσατε οὔτε ἐμοὶ τὴν κρίσιν ταμιευσά μενοι, ἀλλὰ αὐτοὶ πρὸ καιροῦ πάντας κατακρίνοντες. Τῆς δὲ ἐκκλησίας μου τί κατέγνωτε; Ποίαν ἁμαρτίαν αὐτῇ ἐγκαλέσετε; Τὸ δὲ θυσιαστήριον, τί ὑμᾶς ἠδίκησε; Καὶ τοῦτο κατελείψατε «. Ἀλλὰ τί ποιήσουσιν; Εἰς αὐτὸν γὰρ τὸν κριτὴν ἔφθασεν ἡ ἀσέβεια· οὐ μόνον γὰρ κατὰ παντὸς τοῦ λαοῦ ἐπήρθησαν, ἀλλὰ καὶ κατὰ τοῦ δεσποτικοῦ κτίσματος· ἁμαρτωλὸν γὰρ κἀκεῖνο λέγουσιν. Ἕως μὲν γὰρ εἶχον ἑαυτούς, ἕως ἐφύλασσον τὸ ὑπὸ τῆς χάριτος τῆς παραμενούσης τῇ ἐκκλησίᾳ τοῦ Χριστοῦ δοθέν, τὰ ἅγια ἅγια ἦν καὶ αὐτοὺς δὲ ἡγίαζε διὰ τῆς μεταλήψεως. Ὅτε δὲ ἀπέσχισεν αὐτοὺς καὶ τὴν καρδίαν αὐτῶν ἐπήρωσε 18- 20 ς· αὐτὰ δὲ τὰ ἅγια ἀκάθαρτα 18-20 ἡ ἀγάπη αὐτῶν· τοῦτο γὰρ ἔλεγε 18-20 τὸν πλησίον σου ὡς ἑαυτόν. 18-20 ὁ λόγος· τὸν πλησίον σου οὐ 18-20 κατέκρινας· τοῦτο σού ἐστι τὸ 18-20 ἐστὶν ἡ ἐγκράτεια, κακῶς 18-20 δαιμόνων σε λέγω ἀγνωμονέστερον 12-14 ἐκκλησίᾳ τοῦ Χριστοῦ καὶ τοῖς ἁγίοις μυστηρίοις αὐτοῦ ὀχλουμένους τινὰς ὑπὸ πνευμάτων πονηρῶν καὶ τοὺς ὄντας τέκνα τῆς ἐκκλησίας, τοὺς ἔχοντας τοῦτο τὸ χάρισμα, τοῖς δαίμοσιν ἐπιτιμῶντας. Καὶ ἐπὰν ἴδωσι σκληρυνόμενον τὸ πνεῦμα τὸ ἀκάθαρτον πρὸς τὴν ἔξοδον, οὐδὲν ἄλλο ἀλλ' ἢ τὸ ἅγιον καὶ φοβερὸν ὄνομα τοῦ Χριστοῦ ὀνομάσαντες οὕτως τὸν πικρὸν δαίμονα ἀπελαύνουσι· δαίμονες ἐπακούοντες τοῦ ὀνόμα τος τοῦ Χριστοῦ φρίττουσι καὶ μὴ φέροντες τὸ φοβερὸν τοῦ μυστηρίου ὑποχωροῦσι. Καὶ αἱρετικοὶ τοῦτο διαφόρως βλασφημοῦσιν· ἀλλ' ἐπειδὴ οὐδεὶς εὑρέθη αὐτοῖς πλησίον ἐν ταῖς ἐκκλησίαις τῆς οἰκουμένης ἄχρι καὶ σήμερον, οὐχ ἱερεὺς τοῦ θεοῦ λειτουργῶν τῷ θυσιαστη ρίῳ, οὐ μονάζων ἐκκλησιαστικῶς χρημάτων ἀποταξάμενος καὶ ἐν νηστείαις καὶ ἀγρυπνίαις διάγων, οὐ παρθένος φρονίμη μετὰ τῆς παρθενίας φυλάττουσα καὶ τὸ ἔλαιον, ὅπερ ἐστὶ τὸ χρῖσμα τοῦ βαπτίσματος· ἀλλὰ νομίζουσι τοὺς συναιχμαλωτισθέντας αὐτοῖς ὑπὸ τοῦ διαβόλου πλησίον τυγχάνειν. Κατάμαθε, εἰ κἂν τοῦτο φυλάττωσιν, ἵνα ἐκ τῶν πραγμάτων πληροφορήσωμεν αὐτούς, ὅτι ὁ διάβολος συνείδησιν οὐ φυλάσσει οὐδὲ φείδεται τῶν μαθητῶν τῶν ἰδίων, ἀλλὰ πολυτρόπως καὶ πολυμερῶς αὐτοὺς καταμερίζει. Μόνον γὰρ ἵνα ἀποστήσῃ τινὰς τῆς ἐκκλησίας τοῦ Χριστοῦ, ὥσπερ λύκος πρόβατα ἀπὸ μάνδρας ἀποσπά σας μεληδὸν κατατέμνει καὶ οὐ φείδεται, οὐ γὰρ ἔχει σπλάγ χνον, οὕτως καὶ ὁ διάβολος, ὅταν χωρίσῃ τινὰς ἀπὸ τῆς ἐκκλησίας, ποικίλως καὶ ἀφειδῶς τούτους καταμερίζει, ἵνα μή ποτε ἀνανήψωσι καὶ