1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

9

φύσις οὐδέπω. καὶ γὰρ καὶ ἀσώματος διαμένει καὶ οὐκ ἔστιν αὐτοῦ τοῦτο ἡ φύσις, ἀλλ' ὅτι μὴ ἔχει σῶμα ἔγνωμεν. καὶ ἀψευδὴς διαμένει, ἀλλ' οὐκ ἔστιν αὐτοῦ τοῦτο ἡ φύσις, ἀλλ' ὅτι μὴ ψεύδεται ἔγνωμεν. τίς δέ ἐστι φύσις, οὐκ ἀπεκάλυψεν. εἰ γὰρ τὰ προειρημένα ἐστὶ φύσις, ἐψεύσατο εἰρηκώς· "ὤφθην πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ,τοὺς πατέρας ὑμῶν, θεὸς ὢν αὐτῶν καὶ τὸ ὄνομά μου οὐκ ἐγνώρισα αὐτοῖς". φαίνονται γὰρ εἰδότες τὰ προειρημένα, ἀλλ' ἀψευδής ἐστι καὶ οὐ ψεύδεται, οὐκ ἄρα ἀπεκάλυψε τὸ ὄνομα τῆς αὑτοῦ φύσεως. πῶς οὖν λέγεις τὸ ἀγέννητον; εἰ δὲ τὸ ὄνομα οὐκ ἀπ εκάλυψε, πολλῷ πλέον τὴν φύσιν. μ28.1200 Ἀνόμ. Εἰ τὸ ἀγέννητον πάσης αἰτίας ἐξῄρηται, εἴη δὲ πολλὰ ἀγέννητα, ἀπαράλλακτον ἔχουσι τὴν φύσιν οὐ γὰρ ἂν εἰ ἀποκληρώσει φύσεώς τινος κοινοῦ καὶ ἰδίου μετειλήφει, ἡ μὲν ἐποίει, ἡ δὲ ἐγίγνετο. Ὀρθ. Ἔστιν ἡ καθόλου πρότασις ἐπί τι ψευδής· οὐ γὰρ πᾶν ἀγέννητον, ὦ Ἀέτιε, πάσης αἰτίας ἐξῄρηται. ἀγέννητον γάρ ἐστι τὸ γενεσιουργὸν μὴ ἔχον, οὐ πάντως δὲ τὸ γενεσιουργὸν μὴ ἔχον ἁπάσης αἰτίας ἐξῄρηται, δυνατὸν γάρ τι γενεσιουργὸν μὴ ἔχειν, αἴτιον δὲ ἔχειν ἢ πατέρα ἢ χορηγόν, ὥστε κἂν δοθῇ σοι ἀγέννητον εἶναι τὸν θεὸν διὰ τὸ γενεσιουργὸν μὴ ἔχειν, τούτῳ τῷ λόγῳ καὶ ἡμεῖς λέγομεν ἀγέννητον τὸν υἱὸν διὰ τὸ γενεσιουργὸν μὴ ἔχειν, ἀλλ' οὐκ ἀναίτιον· τὸν γὰρ πατέρα οὐχ ὡς γενεσιουργὸν, ἀλλ' ὡς πατέρα ἔχει. καὶ τὸ πνεῦμα δὲ λέγομεν ἀγέννη τον, οὐ γὰρ ἔχει γενεσιουργὸν, ἀλλ' οὐκ ἀναίτιον, ἔχει γὰρ αἴτιον τὸν θεὸν οὐχ ὡς γενεσιουργόν, ἀλλ' ὡς πηγὴν ἑαυτοῦ· καθάπερ γὰρ ἡ πηγὴ οὐ γενεσιουργεῖ ἔξωθεν ὃ χορηγεῖ ὕδωρ, ἀλλ' ἐξ ἑαυτῆς πηγάζουσα ἔχει, οὕτως καὶ ὁ θεὸς πηγὴ τοῦ πνεύματός ἐστιν, ὡς εἴρηται, καὶ χορηγὸς αὐτοῦ, οὐκ ἔξωθεν αὐτὸ προσλαμβάνων, ἀλλ' ἐξ ἑαυτοῦ πηγάζων. γέγραπται γάρ· "δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν", καὶ ὁ ἀπόστολος λέγει· "ὁ ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν ἐν ὑμῖν δυνάμεις", ὅτι δὲ τὸ ὕδωρ τὸ ζῶν ἐστι τὸ πνεῦμα, ὁ Χριστὸς ἐδίδαξε λέγων· "ὁ πίνων ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, καθὼς εἶπεν ἡ γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος", καὶ ἐπάγει ὁ εὐ αγγελιστὴς λέγων· "τοῦτο δὲ ἔλεγε περὶ τοῦ πνεύματος, οὗ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν", πόθεν οὖν τοῦτο τὸ ὕδωρ; δῆλον ἀπὸ τῆς πηγῆς τῆς λεγούσης· "ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζῶντος". Ἀνόμ. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος, οὐδ' ὁποτέρα διοίσει τῆς ἄλλης κατὰ τὸ ἀδέσποτον. πῶς ἄν τις φαίη τὴν μὲν μεταβάλλεσθαι, τὴν δὲ μεταβάλλειν οὐκ ἐπιτρεπόντων τῷ θεῷ ὑφιστᾶν ἐκ μὴ ὑποκειμένης οὐσίας; Ὀρθ. Εἰ καὶ ἀσαφῶς καὶ ἀπαιδεύτως καὶ συνεσκιασμένως γράφεις, ἀλλ' ὅμως ἡμεῖς πάλιν ἐροῦμεν τὰ ἑαυτῶν· πᾶσαν οὐσίαν ὁ λέγων ἀγέννητον μετὰ τῶν ἀνόμοιον λεγόντων τὸν υἱὸν τῷ πατρὶ μαίνεται. πῶς γὰρ γενεσιουργὸς ὁ θεὸς μὴ οὐσῶν τῶν οὐσιῶν; πατὴρ δὲ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα ἀγέννητος οὐσία, καθὼς εἴρηται, παρὰ τῆς ἡμετέρας λέγεται διανοίας. ὅτι δὲ οὐ τὸ ἀγέννητόν ἐστιν οὐσία καὶ ἐξ ὧν αὐτὸς γράφεις εὑρίσκεται. εἰ γὰρ ἐὰν ᾖ πᾶσα οὐσία ἀγέννητος οὐδ' ὁποτέρα διοίσει τῆς ἄλλης, ἀνάγκη πᾶσα καὶ τὰς γεννητὰς οὐσίας μὴ διαφέρειν ἑαυτῶν. εἰ δὲ διαφέρουσιν μ28.1201 ἑαυτῶν αἱ γεννηταὶ οὐσίαι, οὐκ ἄρα ἡ γένεσις οὐσία. εἰ δὲ οὐκ ἔστιν ἡ γένεσις οὐσία, οὐδὲ ἡ ἀγεννησία ἐστὶν οὐσία. Ἀνόμ. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος, πᾶσά ἐστιν ἀπαράλλακτος, τῆς δὲ οὐσίας ἀπαραλλάκτως ἐχούσης τὸ ποιεῖν καὶ τὶ πάσχειν αὐτοματισμῷ ἀναθετέον. πολλῶν δὲ ὄντων ἀγεννή των καὶ ἀπαραλλάκτων ἀριθμητῶς διοίσουσιν ἀλλήλων, οὐ γὰρ ἂν εἴη ἀριθμητά, μὴ διεστῶτα ἢ καθόλου ἢ κατά τι πάσης διαστάσεως ἀποκλήρωσιν ἐμφαι νούσης αἰτίας ἀποτεταγμένης ἀγεννήτου φύσεως. Ὀρθ. Ἀπαράλλακτος μὲν ὁ υἱὸς τῷ πατρὶ, κἂν μὴ θέλῃς. οὐ διὰ τοῦτο δὲ ἀπαράλλακτος διὰ τὸ ἀγέννητον, ἀλλὰ διὰ τὸ ταὐτὸν τῆς ἐνεργείας. τὸ δὲ ταὐτὸν τῆς ἐνεργείας δείκνυ ται ἐκ τοῦ πάντα