9
τῷ δακτυλίῳ τῶν μεγιστάνων αὐτοῦ, ὅπως μὴ ἀλλοιωθῇ πρᾶγμα ἐν τῷ ∆ανιηλ. 70.t ο ὅτι θέρους ἀρχομένου ἔσται τὸ πάθος αὐτοῦ, μηνὶ τῷ καθ' ἡμᾶς Μαρτίῳ- 70.1 Ἐν τοῖς Ἄσμασι λέγει· Ὁ καιρὸς παρῆλθεν· ἐπορεύθη ἑαυτῷ τὰ ἔθνη. ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθασεν. 71.t οα ὅτι ταφήσεται- 71.1 Ησαϊας λέγει· Ἀπὸ προσώπου ἀδικίας ἤρτηται ὁ δίκαιος· ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ. 71.2 Καὶ πάλιν λέγει· Ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον· καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ. 71.3 Καὶ Ιακωβ λέγει· Ἀναπεσὼν ἐκοιμήθη ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν; 71.4 Καὶ ἐν τοῖς Ἀριθμοῖς λέγει· Ἀνακλιθεὶς ἀνεπαύσατα ὡς λέων καὶ ὡς σκύμνος. 71.5 Καὶ ∆αυιδ ἐν τῷ κα ψαλμῷ λέγει· Εἰς χοῦν θανάτου κατήγαγές με. 72.t οβ ὅτι φοβήσει τὸν Ἅδην ταφείς- 72.1 Ἐν τῷ Ιωβ λέγει· Ἀνοιχθήσονται αὐτῷ φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ τοῦ Ἅδου ἰδόντες σε ἔπτυξαν. 72.2 Καὶ Ησαϊας λέγει· Ὁ Ἅδης ἐπικράνθη συναντήσας σοι κάτω. 72.3 Καὶ ∆αυιδ ἐν τῷ ρ ψαλμῷ λέγει· Συνέτριψε πύλας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν. 73.t ογ ὅτι ἀναμάρτητος- 73.1 Ησαϊας λέγει· Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. 73.2 Καὶ πάλιν· Ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. 74.t οδ ὅτι ἀναστήσεται- 74.1 ∆αυιδ ἐν τῷ ια ψαλμῷ λέγει· Ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει Κύριος. 74.2 Καὶ πάλιν ὁ αὐτὸς λέγει ἐν τῷ ιε ψαλμῷ. Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς Ἅδην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. 74.3 Καὶ πάλιν ὁ αὐτὸς λέγει ἐν τῷ κθ ψαλμῷ· Ἀνήγαγες ἐξ Ἅδου τὴν ψυχήν μου ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. 74.4 Καὶ Ιερεμιας λέγει· ∆ιὰ τοῦτο ἐξηγέρθην, καὶ ἰδοὺ καὶ ὁ ὕπνος μου ἡδὺς ἐγένετο. 74.5 Καὶ ∆αυιδ ἐν τῷ πζ ψαλμῷ λέγει· Ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου· προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον. 74.6 Καὶ πάλιν· Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος. 74.7 Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ πα ψαλμῷ λέγει· Ἀνάστα, ὁ Θεὸς, κρίνων τὴν γῆν. 74.8 Καὶ Ησαϊας λέγει· Ὁ ἀναγαγὼν ἐκ γῆς τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν. 74.9 Καὶ Ναουμ λέγει· Ταχεῖς ἰδοὺ οἱ πόδες ἐπὶ τὰ ὄρη εὐαγγελιζομένου εἰρήνην. 75.t οε ὅτι μάτην οἱ στρατιῶται τὸν τάφον τηρήσουσιν- 75.1 ∆αυιδ ἐν τῷ οε ψαλμῷ λέγει· Ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐκ εὗρον οὐδέν. 76.t ο ὅτι πρωὶ ἡ ἀνάστασις- 76.1 ∆αυιδ ἐν τῷ κθ ψαλμῷ λέγει· Τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις. 76.2 Καὶ πάλιν ἐν τῷ πζ λέγει· Ἐγὼ πρὸς σέ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωὶ ἡ προσευχή μου προφθάσει σε. 76.3 Καὶ πάλιν ἐν τῷ ν λέγει· Ἐξεγέρθητι ψαλτήριον καὶ κιθάρα· ἐξεγερθήσομαι ὄρθρου. 77.t οζ ὅτι μαρτύριον ὁ τόπος ἔσται- 77.1 Ναουμ λέγει· Ἑτοιμάζου ὄρθρισον, διέφθαρται πᾶσα ἡ ὑποφυλλὶς αὐτῶν· διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριόν μου· διότι τὸ κρίμα μου ἄξει πάντας τοὺς ἐχθρούς μου. 78.t οη ὅτι ἀπὸ τοῦ προτειχίσματος- 78.1 Ἐν τοῖς Ἄσμασι λέγει· Ἀνάστα, ἐλθέ, ἡ πλησίον μου, ἐν σκέπῃ τῆς πέτρας, ἐχόμενα τοῦ προτειχίσματος. 79.t οθ ὅτι ζητηθήσεται ὑπὸ γυναικῶν- 79.1 Ἐν τοῖς Ἄσμασι λέγει· Ἐπὶ κοίτην μου ἐξεζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου, ἐζήτησα, καὶ οὐκ εὗρον αὐτόν. μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου ἴδετε; 80.t π ὅτι πρῶτον ἀπαντήσει γυναιξί- 80.1 Ἐν τοῖς Ἄσμασι λέγει· Εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου, ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτόν. 81.t πα ὅτι ἀναχωρήσουσιν ἔμφοβοι- 81.1 ∆αυιδ ἐν τῷ β ψαλμῷ λέγει· ∆ουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. 81.2 Καὶ Ησαϊας λέγει· Γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε· οὐ γὰρ λαός ἐστιν ἔχων φρόνησιν. 82.t πβ ὅτι ἐμφυσήσει τοῖς ἀποστόλοις τὸ πνεῦμα τὸ ἅγιον- 82.1 Ναουμ λέγει· Ἑτοιμάζου ὄρθρισον, διέφθαρται πᾶσα ἡ ὑποφυλλὶς αὐτῶν. ἀνέβη γὰρ ἐμφυσιῶν εἰς τὸ πρόσωπον αὐτῶν. 83.t πγ ὅτι ἀπὸ μέλιτος κηρίου φάγεται μετὰ τὴν ἀνάστασιν- 83.1 Ἐν τοῖς Ἄσμασι λέγει· Ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου. Τὸ πικρὸν πρὸ τοῦ πάθους, καὶ τὸ γλυκὺ μετὰ