ὡς ἑαυτῷ πρώτῳ καὶ μόνῳ ἔνεδρον ἐργάζεται. Ὁ δὲ καθαιρῶν ἄλλου ἀσφάλειαν, περιπεσεῖται ὄφεως δήγματι. Ἀλλὰ μὴ [ἴσ. μὴν] ὁ λίθους ἐξαιρούμενος, ὑποίσει πόνον οὐ μικρόν· ἀλλὰ καὶ σχίζων ξύλα, ἐν αὐτῷ τῷ οἰκείῳ ὅπλῳ τὸν κίνδυνον οἴσει. Ἐὰν δὲ συμβῇ τοῦ στελεοῦ τὸν πέλεκυν ἐκπηδῆσαι, θορυβηθήσεται ὁ ταῦτα ἐργαζόμενος, οὐκ ἐπ' ἀγαθῷ συγκομίζων, καὶ ἐπαύξων αὐτὸς τὴν ἑαυτοῦ ἄδικον καὶ ὠκύμορον δύ ναμιν. Ὄφεως δὲ δῆγμα λαθραῖον· οὐδὲν παραμυθή σονται οἱ ἐπᾴδοντες· μάταιοι γάρ εἰσιν. Ἀλλ' ὁ μὲν ἀγαθὸς ἀνὴρ ἀγαθὰ ἐργάζεται αὑτῷ τε καὶ τοῖς πλη σίον· ὁ δὲ ἄφρων εἰς ὄλεθρον ἐμπεσεῖται διὰ τῆς αὐτοῦ φλυαρίας. Καὶ ἄπαξ ἀνοίξας τὸ στόμα, ἄρχε ται ἀφρόνως, καὶ παύεται ταχέως, διὰ παντὸς ἐνδει κνύμενος τὴν ἑαυτοῦ ἄνοιαν. Ἀνθρώπῳ δὲ ἀδύνατόν τι γνῶναι, καὶ παρὰ ἀνθρώπου μαθεῖν τὰ ἀπ' ἀρχῆς, ἢ τὰ ἐπιόντα. Τίς γὰρ ἔσται ὁ μηνύσων; Ἄνθρωπος δὲ ὃς οὐκ οἶδεν εἰς τὴν ἀγαθὴν πορευθῆναι πόλιν, κά κωσιν ὑπομένει, τοῖς τε ὀφθαλμοῖς, καὶ τῷ παντὶ προσώπῳ. Πόλει δὲ ἐκείνῃ κακὰ προλέγω, ἧς ὅ τε βασιλεὺς νέος, καὶ οἱ ἄρχοντες γαστρίμαργοι. Μακα ρίζω δὲ γῆν τὴν ἀγαθὴν, ἧς βασιλεύει ὁ τοῦ ἐλευθέ ρου υἱός· ἔνθα εὐκαίρως ἀπολαύσουσιν ἀγαθῶν, οἱ ἐκεῖσε ἄρχειν ἠξιωμένοι. Ὀκνηρὸς δὲ καὶ ἀργὸς, οἶκον ἐλαττοῦσι χλευασταὶ γενόμενοι· καὶ εἰς τὴν ἑαυτῶν λαιμαργίαν, τοῖς πᾶσι καταχρώμενοι, ἀργυ ρίῳ ἀγώγιμοι, ἕνεκα ὀλίγου τιμήματος πάντα αἰσχρῶς καὶ ταπεινῶς πράσσειν ὑπομένοντες. Βασι λεῖ δὲ, καὶ ἄρχουσιν, ἢ δυνάσταις ὑπακούειν προσήκει, καὶ οὐκ ἀπεχθάνεσθαι, οὐδ' ὅλως λυπηρόν τι εἰς αὐ τοὺς ῥῆμα ἀποῤῥίπτειν. ∆έος γὰρ, μὴ τὸ καὶ τὸ κα ταμόνας εἰρημένον, εἰς φανερόν πως ἔλθῃ. Τῷ γὰρ μόνῳ καὶ πλουσίῳ καὶ μεγάλῳ βασιλεῖ ἄγγελοι ὀξεῖς καὶ ὑπόπτεροι ἅπαντα διακομίζουσι, πνευματικὴν ὁμοῦ καὶ λογικὴν τελοῦντες ὑπηρεσίαν.
ΚΕΦΑΛ. ΙΑʹ. 1 Κοινωνεῖν γε μὴν ἄρτου καὶ τῶν ἀναγκαίων, ἃ πρὸς τὸν βίον ἀνθρώποις,
δίκαιον. Εἰ γὰρ καὶ παραυτίκα τισὶ δόξεις ἀπολλύναι, ὥσπερ ὕδατι τὸν ἄρτον παρα διδοὺς, ἀλλ' οὖν προϊόντος τοῦ χρόνου, οὐκ ἀνόνητός σοι φανεῖται ἡ φιλανθρωπία. ∆ίδου δὲ ἀφειδῶς, καὶ μέριζε τὰ σαυτοῦ πλείοσιν· οὐ γὰρ ἐπίστασαι τί ποτε ἡ ἐπιοῦσα ἐποίησεν ἡμέρα. Κατέχουσι δὲ οὐδὲ νεφέλαι τὸν ἑαυτῶν πολὺν ὑετὸν, ἀλλὰ τὸν ὄμβρον ἐπὶ 1016 γῆν ἀφιᾶσι· καὶ οὐδὲ δένδρον εἰς ἀεὶ ἕστηκεν, ἀλλὰ κἂν ἄνδρες αὐτοῦ φείσωνται, ἀνέμῳ γοῦν ἀνατραπή σεται. Πολλοὶ δὲ βούλονται καὶ τὰ ἐκ τοῦ οὐρανοῦ ἐσόμενα προγινώσκειν, καί τις εἴς τε νεφέλας ἀφο ρῶν, καὶ περιμένων ἄνεμον, ἀμήτου ἢ λικμητοῦ ἀπέ σχετο, ἐπὶ μηδενὶ πεπεισμένος, μηδὲ γινώσκων τὶ τῶν ἐκ Θεοῦ ἐσομένων· ὥσπερ οὐδὲ οἷον ἡ κυοφοροῦσα τέξεται. Σπείρας δὲ ἐν καιρῷ, συγκόμιζε τοὺς καρ ποὺς, ὁπότ' ἂν τούτου καιρὸς ἐνστῇ· ἄδηλον γὰρ, ὁποῖα αὐτῶν ἔσται ἀμείνω τῶν φυέντων. Γένοιτο δὲ ἅπαντα εἰς ἀγαθόν. Λογιζόμενος δέ τις, ὡς καλὸς μὲν ὁ ἥλιος, ἡδὺς δὲ οὗτος ὁ βίος, ἀγαθὸν δὲ καὶ τὸ πο λυχρόνιον γενέσθαι διαπαντὸς εὐφραινόμενον, καὶ ὡς φοβερὸν ὁ θάνατος, καὶ ἀΐδιον κακὸν, καὶ εἰς τὸ μηδὲν ἄγων, οἴεται χρῆναι, πάντων μὲν ἀπολαύειν τῶν παρ όντων καὶ δοκούντων ἡδέων. Συμβουλεύει δὲ καὶ τοῖς νέοις, τῇ ἑαυτῶν ὥρᾳ καταχρῆσθαι ἀνέντας τὰς ἑαυτῶν ψυχὰς εἰς πᾶσαν ἡδονὴν, καὶ χαρίζεσθαι μὲν ἐπιθυμίαις, πράττειν δὲ τὰ αὐτοῖς δοκοῦντα, καὶ βλέπειν τὰ τέρποντα, καὶ ἀποστρέφεσθαι τὰ μὴ οὕτως ἔχοντα. Πρὸς ὃν τοσοῦτον λέξω· Ὅτι ἀνοηταίνεις, ὦ οὗτος, μὴ προσδοκῶν τὴν ἐφ' ἅπασι τούτοις ἐκ Θεοῦ κρίσιν ἐσομένην. Πονηρὸν δὲ ἀσωτία καὶ ἀσέλ γεια, καὶ ῥυπαρὰ σωμάτων ἡμετέρων ὕβρις ὀλέθριος. Νεότητι μὲν γὰρ ἄνοια παρέπεται· ἄνοια δὲ ἄγει εἰς ὄλεθρον.
ΚΕΦΑΛ. ΙΒ.