1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

9

φέρουσιν ἐπιεικεῖς εἶναι, Θεὸν προδιδόναι διὰ τῆς ἡσυχίας· ἀλλὰ καὶ λίαν εἰσὶν ἐνταῦθα πολεμικοί τε καὶ δύσμαχοι (τοιοῦτον γὰρ ἡ τοῦ ζήλου θερμότης), καὶ θᾶττον ἄν τι μὴ δέον παρακινήσαιεν, ἢ δέον παραλίποιεν. Συναποῤῥήγνυται δὲ καὶ τῶν λαῶν οὐκ ἐλάχιστον, ὥσπερ ἐν ὀρνίθων ἀγέλῃ, τοῖς προ αναπτᾶσι συναναπτᾷν, καὶ οὐδὲ νῦν ἔτι λήγει συν ανιπτάμενον.

Κςʹ. Τοῦτο Ἀθανάσιος ἡμῖν, ἕως παρῆν, ὁ στύ λος τῆς Ἐκκλησίας· καὶ τοῦτο, ἐπειδή γε ταῖς ἐπ ηρείαις τῶν πονηρῶν ὑπεχώρησεν. Ὥσπερ γὰρ οἱ φρούριόν τι τῶν καρτερῶν ἐξελεῖν βουλευθέντες, ἐπειδὰν ἄλλως ἴδωσι δυσπρόσιτον καὶ δυσάλωτον, ἐπὶ τὴν τέχνην χωροῦσιν· εἶτα τί; χρήμασιν, ἢ δόλῳ τὸν φρούραρχον ὑποσπάσαντες, οὕτως ἤδη σὺν οὐδενὶ πόνῳ καὶ τῆς φρουρᾶς ἐκράτησαν· εἰ βούλει δὲ, ὥσπερ οἱ τῷ Σαμψὼν ἐπιβουλεύσαντες, τὴν κό μην πρότερον, ἐν ᾗ τὴν ἰσχὺν εἶχε, περιελόντες, τηνικαῦτα ὑπὸ χεῖρα τὸν Κριτὴν ἔλαβον, εἶτα ἐνέπαιζον ὅσα βουλομένοις ἦν, τῆς πρὶν τοῦ ἀνδρὸς δυναστείας ἀντίῤῥοπα· οὕτω καὶ οἱ καθ' ἡμᾶς ἀλλό φυλοι, τὸ ἡμέτερον κράτος ἐκποδὼν ποιησάμενοι, καὶ τὴν δόξαν τῆς Ἐκκλησίας ἀποκείραντες, οὕτως ἤδη τοῖς τῆς ἀσεβείας ἐνετρύφων δόγμασί τε καὶ πράγμασι. Ταύτῃ καὶ μεταλλάττει μὲν τὸν βίον ὁ τοῦ ἀντιθέτου ποιμένος βεβαιωτὴς καὶ προστά της, κακὸν οὐ κακῇ βασιλείᾳ τὸ κεφάλαιον ἐπιθεὶς, καὶ ἀνόνητα μεταγνοὺς, ὥς φασιν, ἐπὶ ταῖς τελευταίαις ἀναπνοαῖς, ἡνίκα εὐγνώμων ἕκαστος τῶν ἑαυτοῦ κριτὴς, διὰ τὸ ἐκεῖ δικαστήριον. Τρία γὰρ ταῦτά οἱ συνεγνωκέναι κακὰ, καὶ τῆς ἑαυτοῦ βασιλείας ἀνάξια, τὸν τοῦ γένους φόνον, καὶ τὴν ἀνάῤῥησιν τοῦ Ἀποστάτου, καὶ τὴν καινο τομίαν τῆς πίστεως· καὶ ταύταις συναπελθεῖν λέ γεται ταῖς φωναῖς. Ἐξουσίαν δὲ αὖθις ὁ τῆς ἀλη θείας λόγος λαμβάνει, καὶ παῤῥησίαν οἱ βιασθέντες αὐτόνομον, τοῦ ζήλου τὸν θυμὸν θήγοντος. Ὃ δὴ καὶ ὁ τῶν Ἀλεξανδρέων ἔπαθε δῆμος, οἷος ἐκεῖνος περὶ τοὺς ὑβριστὰς, οὐκ ἐνεγκόντες τοῦ ἀνδρὸς τὴν ἀμετρίαν, καὶ διὰ τοῦτο ξένῳ μὲν θανάτῳ τὴν πο νηρίαν, ξένῃ δὲ ὕβρει τὸν θάνατον στηλιτεύσαντες. 35.1113 Ἴστε τὴν κάμηλον ἐκείνην, καὶ τὸν ξένον φόρ τον, καὶ τὸ καινὸν ὕψος, καὶ τὴν πρώτην περίοδον, οἶμαι δὲ, καὶ μόνην, τὰ μέχρι καὶ νῦν τοῖς ὑβρι σταῖς ἀπειλούμενα.

ΚΖʹ. Ἐπεὶ δὲ ὁ τυφὼν τῆς ἀδικίας, ὁ τῆς εὐσεβείας φθορεὺς, ὁ τοῦ πονηροῦ πρόδρομος, ταύτην εἰσπράττεται τὴν δίκην, ἐμοὶ μὲν οὐκ ἐπαινετὴν (οὐ γὰρ ἃ παθεῖν ἐκεῖνον ἐχρῆν, ἀλλ' ἃ ποιεῖν ἡμᾶς ἔδει σκοπεῖν), εἰσπράττεται δ' οὖν, ὀργῆς πανδήμου καὶ φορᾶς ἔργον γενόμενος· ἐπάνεισι μὲν ἐκ τῆς καλῆς ἐκδημίας ὁ ἀθλητὴς (οὕτω γὰρ ἐγὼ καλῶ τὴν ἐκείνου διὰ τὴν Τριάδα καὶ μετὰ τῆς Τριάδος φυγὴν), οὕτω δὲ ἀσμένοις προσπίπτει τοῖς ἐν τῇ πόλει, καὶ μικροῦ τῇ Αἰγύπτῳ πάσῃ, καὶ παντα χόθεν εἰς ταυτὸ συνδραμούσῃ, καὶ ἀπ' ἄκρου παν τὸς, ἵν' οἱ μὲν φωνῆς Ἀθανασίου μόνης, οἱ δὲ τοῦ εἴδους ἐμφορηθῶσιν, οἱ δὲ, ὃ περὶ τῶν ἀποστό λων ἠκούσαμεν, τῇ σκιᾷ γοῦν ἁγιασθῶσι μόνῃ, καὶ τῷ κενῷ τύπῳ τοῦ σώματος· ὥστε πολλῶν πολ λάκις καὶ πολλοῖς ἤδη γεγενημένων ἐκ τοῦ παντὸς χρόνου τιμῶν τε καὶ ὑπαντήσεων, οὐκ ἄρχουσι μόνον δημοσίοις καὶ ἱερεῦσιν, ἀλλὰ καὶ τῶν οἰκείων τοῖς ἐπιφανεστάτοις, μηδὲ μίαν ταύτης μνημονεύεσθαι πολυανθρωποτέραν καὶ λαμπροτέραν. Ἓν δὲ εἶναι ταύτῃ μόνον παραβάλλειν αὐτὸν Ἀθανάσιον, καὶ τὴν αὐτῷ προτέραν συντεθεῖσαν ἐπὶ τῇ προτέρᾳ ταύτης εἰσόδῳ τιμὴν, ἡνίκα ἐκ τῆς αὐτῆς καὶ ἐπὶ τοῖς αὐτοῖς ἐπανῄει φυγῆς.

ΚΗʹ. Φέρεται καὶ τοιοῦτός τις ἐπ' ἐκείνῃ τῇ τιμῇ λόγος· λεγέσθω γὰρ, εἰ καὶ περιττότερος, οἷον ἥδυ σμά τι τῷ λόγῳ, καὶ ἄνθος εἰσόδιον. Εἰσήλαυνέ τις τῶν δισυπάρχων μετ' ἐκείνην τὴν εἴσοδον. Ἡμέτερος οὗτος ἦν· Καππαδόκης γὰρ, καὶ τῶν πάνυ. Τὸν Φιλάγριον ἐκεῖνον οἶδ' ὅτι πάντες ἀκούετε. Καὶ τὸ φίλτρον, οἷον οὐκ ἄλλο, καὶ περὶ ἄλλον, καὶ ἡ τιμὴ κατὰ τὸ φίλτρον, ἵνα μικρῷ λόγῳ παραστήσω τὸ πᾶν γνώρισμα· ᾧ καὶ ἡ ἀρχὴ, πρεσβείᾳ τε τῆς πόλεως, καὶ ψήφῳ τοῦ βασιλέως, αὖθις