1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

9

Χριστοῦ παρουσίας καθειστήκει τὰ ἔθνη, καθὼς καὶ ὁ μακάριος Ἡσαΐας τὸν ἐν σκότει λαὸν καθήμενον εὐαγγελιζόμενος, τὸ μέγα φῶς αὐτοὺς ἰδεῖν διηγόρευσεν. Ἐπειδὴ δὲ ὁ Ἰσραὴλ, εἰ καὶ μετρίως, ὅμως γοῦν τῷ τυπικῷ ἐφωτίζετο νόμῳ, φῶς μὲν ἐπ' ἐκείνῳ οὐκ εἴρηκεν· δόξαν δὲ αὐτὸν κληρώσασθαι προεφήτευσε, παλαιᾶς ἱστορίας ἀναμιμνήσκων· ὅτι καθάπερ πάλαι ὁ θαυμάσιος Μωϋσῆς, τοῦ Θεοῦ συνόμιλος γεγονὼς, δεδοξασμένον ἔσχε τὸ πρόσωπον· οὕτω καὶ αὐτοὶ, τῷ θείῳ τῆς ἐναν θρωπήσεως διὰ πίστεως προσομιλήσαντες φωτὶ, καὶ τῇ τοῦ Πνεύματος καταλαμφθέντες δυνάμει, ἐν δόξῃ φανήσονται, τὸ παλαιὸν ἀποθέμενοι κάλυμμα, καὶ τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι, ἀπὸ δόξης εἰς δόξαν, ὥς φησιν ὁ Ἀπόστολος, καθάπερ ἀπὸ Κυρίου Πνεύματος

46.1176. Τὸ εἰρηκέναι δὲ τὸν θεόφρονα Συμεῶνα εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ κεῖσθαι τὸν Κύριον, δείκνυσι τῇ συμβάσει τῶν νοημάτων πρὸς τὰ προφητικὰ διαγγέλματα, ἕνα καὶ τὸν αὐτὸν Θεόν τε καὶ νομοθέτην ἔν τε προφήταις καὶ τῇ Καινῇ ∆ιαθήκῃ λελαληκέναι. Τὸν γὰρ λίθον τοῦ προσκόμματος καὶ τοῦ σκανδάλου τὴν πέτραν αἰτίαν τοῦ μὴ καταισχυνθήσεσθαι τοὺς ἐπ' αὐτὸν πιστεύοντας, ὁ προφητικὸς διηγόρευσε λόγος. Οὐκοῦν πτῶσις μὲν ἔστι τοῖς τῷ ταπεινῷ τῆς σαρκὸς ἐξ ἀπιστίας προσπταίουσιν· ἀνάστασις δὲ, τοῖς τὸ στεῤῥὸν τῆς θείας οἰκονομίας ἐπεγνωκόσιν. Ἀλλὰ καὶ αὐτῆς τῆς Θεοτόκου ψυχῆς ῥομφαίαν διελαθῆναι λέγων, σαφῶς τὸ ἐν τῷ σταυρῷ προφητεύει πάθος. Τοῖς γὰρ ἐξ αὐτῆς τῆς παραδόξου συλλήψεως μέχρι τοῦ κατὰ τοῦ πάθους καιροῦ θεο πρεπῶς εἰς αὐτὸν εἰρημένοις τε καὶ πεπραγμένοις, ἓν ὥσπερ ἂν ἀδιάτμητον σῶμα, ὑψηλοτέραν τε καὶ θεοπρεπεστέραν περὶ αὐτοῦ ἐχούσης τῆς Θεοτόκου ὑπόληψιν, τομὴν ὥσπερ τινὰ πεπονθέναι αὐτὴν νομιούμεθα, ἐν τῷ ἀδόξῳ τῆς σταυρώσεως, εἰ καὶ τὸ τῆς ἀναστάσεως θαῦμα συνούλωσιν παντελῆ τῆς το μῆς ἀπειργάσατο. Ἀλλ' οὐδὲ μόνην αὐτὴν τῷ τοιού τῳ πάθει ἐνσχεθῆναι σημαίνει, ἀλλ' ἐκ πολλῶν καρδιῶν διαλογισμοὺς ἀμφιβολίας τε καὶ διχονοίας ἀναφανῆναι προλέγει· ὡς ἂν ἐν τῷ διαφόρῳ τῶν περὶ αὐτοῦ ὑπολήψεων, μή τινα κλόνον σχοίη ἡ Θεομήτωρ Παρθένος. Ἐπειδὴ δὲ ἡ προφῆτις Ἄννα ἐκ τοῦ γήρως ἀδρανές τι καὶ οὐ λίαν ἐξακουστὸν φθέγγεται, ἀλλ' οὐδὲ τὸ ὑψηλὸν Εὐαγγέλιον αὐτολεξεὶ τὰ ἐξ αὐτῆς λεχθέντα παρήγαγε· πρῶτον μὲν ἐκ τοῦ εὐαγγελιστοῦ πυθώμεθα, τίς τε καὶ πόθεν αὕτη καθέστηκε, καὶ ἐπὶ ποίοις καὶ πότε τῷ ἱερῷ ἐφέστηκεν, αὖθίς τε τίνων ἔλεγε διάνοιαν ἐρευνήσωμεν. Φησὶ τοίνυν ὁ μακάριος Λουκᾶς, ὡς Ἦν Ἄννα ἡ προφῆτις θυγάτηρ Φανουὴλ ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς· καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων· ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ, νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν· καὶ αὕτη, αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα, ἀνθωμολογεῖτο τῷ Θεῷ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ. Τίς ὁ λόγος τοῦ τοιαύτην ἀκριβῆ τὴν περὶ τῆς προφήτιδος ταύτης τὸν εὐαγγε λιστὴν ποιήσασθαι τὴν ἀφήγησιν, ὥστε καὶ τὸν ταύ της πατέρα, καὶ τὴν φυλὴν ἐν ἐπιμνήσει ποιήσασθαι, καὶ ὅπερ ἐπ' οὐδενὶ ἑτέρῳ σχεδὸν ἱστορημένον εὕρηται; Τὸν μὲν περὶ τούτου ἀκριβῆ λόγον μόνος ἂν εἰδείη αὐτὸς ὁ τῶν ἁγίων Θεὸς, καὶ οἱ τῇ αὐτοῦ ἐπιπνοίᾳ 46.1177 Πνεύματι λαλεῖν κατὰ τὸν θεῖον Ἀπόστολον δεδιδαγμένοι μυστήρια· κατὰ δὲ τὸ ἡμῖν ἐφικτὸν, καὶ ἑτέρας κατ' ἐκεῖνο καιροῦ τῇ μακαρίᾳ ταύτῃ συνωνύμους ὑπάρχειν φαμὲν, καὶ τῶν αὐτῶν ἐκείνῃ ἔχεσθαι ἱερῶν σπουδασμάτων, τοῦ ἐν νηστείαις καὶ προσευχαῖς προσκαρτερεῖν. Πρὸς οὖν τὸ εὐκρινὲς εἶναι τὸ ταύτης πρόσωπον, τῇ τοῦ πατρὸς αὐτῆς ἐπιμνήσει καὶ τῆς φυλῆς τὸ ἴδιον προσεγράψατο· μεγάλοις δὲ αὐτὴν ἐγκωμίοις ἐστέψατο, καὶ πάντως τὸ παρὰ τοῖς ἀκούουσιν ἀξιόπιστον ἔχουσιν, οἷς καὶ περὶ τοῦ Κυρίου διελέγετο. Ἀλλ' ἐπειδὴ, ὡς εἴρηται, τὸ τοῦ λόγου διηχημένον καὶ μεγαλόφωνον ὑπὸ τοῦ γήρως ἀφῄρηται, πλησίον αὐτῆς ὥσπερ τοῦ στόματος τὸ οὖς