1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

9

Ταῦτα δὲ ἔλεγεν, οὐ συστεῖλαι βουλόμενος τοῦ Χριστοῦ τὴν δωρεὰν, ἀλλὰ τοῦ παντὸς ἑαυτὸν ὑπεύθυνον καταστῆσαι σπεύδων, καὶ ἕκαστον οὕτω διακεῖσθαι πείθων. Εἰ γὰρ καὶ δι' ἕνα παρεγένετο ἄνθρωπον ὁ Χριστὸς, οὐ μόνον οὐκ ἐλαττοῦται τούτῳ ἡ δωρεὰ, ἀλλὰ καὶ μείζων δείκνυται. Πῶς; Ὅτι καὶ ὑπὲρ ἑνὸς τοσαύτην φαίνεται τὴν σπουδὴν ἐπιδεικνύμενος, ὅσην ὁ τὸ ἓν πρόβατον ἐπιζητῶν, διὰ ταῦτα ἐταράττετο, διὰ ταῦτα ἐθρήνει. Εἰ γὰρ οἱ χρήματα δανεισάμενοι, καὶ οὐκ ἔχοντες ἀποτῖσαι, ἀλλὰ πολλῷ καταβαπτιζόμενοι τῷ τῶν ὀφλημάτων βυθῷ, οὔτε ἐσθίουσιν, οὔτε καθεύδουσιν ὑπὸ τῆς φροντίδος δακνόμενοι· ὁ δίκαιος ὁρῶν οὐκ ἐν χρήμασιν, ἀλλ' ἐν πράξεσιν οὖσαν τὴν ὀφειλὴν, τί οὐκ ἂν ἔπαθεν; Ἀλλ' οὐχ ἡμεῖς οὕτως, ἀλλὰ κἂν μικρὸν ἐκτίσωμεν, ὡς τὸ πᾶν ἐκτετικότες διακείμεθα, μᾶλλον δὲ καὶ ὑπερβαλλόμενοι· καὶ οὐδὲ τὸ μικρὸν τοῦτο μετὰ προθυμίας τῆς προσηκούσης ἐλευθέροις πράττομεν, ἀλλὰ πρότερον ἐξετάζομεν εἰ μισθὸν ἔχει, καὶ εἰ πολὺν τὸν μισθὸν, καὶ εἰ ἡμῖν αὐτοῖς λογίζεται, ἀνελευθέρων τινῶν καὶ μισθωτῶν φθεγγόμενοι ῥήματα. Τί λέγεις, ἄνθρωπε μικρόψυχε καὶ ταλαίπωρε; πρόκειταί τι πρᾶξαι τῶν ἀρεσκόντων Θεῷ, καὶ σὺ περὶ μισθοῦ φροντίζων ἕστηκας; Εἰ γὰρ πράξαντά σε εἰς γέενναν ἐμπεσεῖν προὔκειτο, ἀναδύσασθαι ἐχρῆν, ἀλλ' οὐχὶ μετὰ πολλῆς καὶ οὕτω τῆς προθυμίας ἅπτεσθαι τῆς τῶν καλῶν ἐργασίας; Πράττεις τι τῶν τῷ Θεῷ φίλων, καὶ μισθὸν ἕτερον ἐπιζητεῖς; Ὄντως ἀγνοεῖς ὅσον ἐστὶν ἀγαθὸν ἀρέσαι Θεῷ· εἰ γὰρ ᾔδεις, οὐδεμίαν ἂν ἑτέραν ἐνόμισας εἶναι ἴσην ἀμοιβήν. Οὐκ οἶδας ὅτι σοι ὁ μισθὸς αὔξεται, ὅταν μὴ ἐπ' ἐλπίδι τῶν μισθῶν πράττῃ τὰ δέοντα; Οὐχ ὁρᾷς ὅτι καὶ ἐπὶ τῶν ἀνθρώπων τούτους μάλιστα τιμῶσιν ἅπαντες, οὓς ἂν ἴδωσι πρὸ τῶν μισθῶν εἰς τὸ ἐκείνοις ἀρέσκον ὁρῶντας, καὶ ὑπὲρ τούτου μᾶλλον σπουδάζοντας, ἢ τῆς παρ' αὐτῶν τιμῆς; Εἶτα, ἄνθρωποι μὲν οὕτως εὐγενῶς πρὸς τοὺς ὁμοδούλους διάκεινται, σὺ δὲ ὁ τοσαῦτα εὐεργετηθεὶς παρὰ τοῦ ∆εσπότου, καὶ τοσαῦτα προσδοκῶν ἀγαθὰ, ἡνίκα ἄν τι δέῃ πρᾶξαι τῶν εἰς σωτηρίαν ἡκόντων τὴν σὴν, πρὸ τῆς πράξεως τὸν μισθὸν περιεργάζῃ. ∆ιὰ ταῦτα πανταχοῦ ψυχροὶ καὶ ταλαίπωροι καὶ πρὸς οὐδεμίαν τῶν γενναίων ἐσμὲν παρεσκευασμένοι πράξεων· διὰ τοῦτο οὔτε ἐν κατανύξει γενέσθαι δεδυνήμεθά ποτε, οὔτε μικρόν τι συστεῖλαι τὴν ψυχὴν τὴν ἡμετέραν. Οὔτε γὰρ τὰ ἁμαρτήματα ἡμῶν ἀναλογιζόμεθα μετὰ ἀκριβείας, οὔτε τὰς τοῦ Θεοῦ εὐεργεσίας ἐξετάζομεν, οὔτε πρὸς τοὺς τὰ μέγιστα κατωρθωκότας ὁρῶμεν. ∆ιὰ τοῦτο τῶν ἀγαθῶν ἔργων ἐπιλανθανόμεθα, ὅτι οὔτε μετρίως τὰς εὐπραγίας φέρομεν, οὔτε ὃ συνεχῶς λέγομεν, ἁμαρτωλοὺς ἑαυτοὺς καλοῦντες, μετὰ ἀληθείας φθεγγόμεθα. 47.421 Καὶ δῆλον ἐκεῖθεν· ὅταν γὰρ παρ' ἑτέρων ταῦτα ἀκούσωμεν, ἀγριαίνομεν, ἐκθηριούμεθα, ὕβριν τὸ πρᾶγμα εἶναί φαμεν. Οὕτω πάντα ὑπόκρισις τὰ παρ' ἡμῶν, καὶ οὐδὲ τὸν τελώνην μιμούμεθα, ὃς, ἑτέρου τὸ τῶν ἁμαρτημάτων ὀνειδίζοντος αὐτῷ πλῆθος, καταδεξάμενος τὰ ὀνείδη, διὰ τῶν ἔργων τὸ κέρδος ἐκαρπώσατο· κατῆλθε γὰρ δεδικαιωμένος μᾶλλον ὑπὲρ τὸν Φαρισαῖον· ἡμεῖς δὲ οὐδὲ ὅ τί ποτέ ἐστιν ἐξομολόγησις ἴσμεν, καὶ ταῦτα μυρίων γέμοντες κακῶν. Ἔδει δὲ μὴ μόνον πεπεῖσθαι ὅτι μυρία ἡμῖν πεπλημμέληται, ἀλλὰ καὶ πάντα ἡμῶν τὰ ἁμαρτήματα, τά τε μικρὰ, τά τε μεγάλα, ὥσπερ ἐν βίβλῳ τῇ καρδίᾳ γράφοντας ἔχειν, καὶ ὡς νεωστὶ γεγενημένα πενθεῖν. Οὕτω γὰρ ἂν καὶ τὸ φρόνημα τῆς ψυχῆς κατεστείλαμεν, συνεχῶς αὐτῇ τῶν οἰκείων ἀναμιμνήσκοντες κακῶν. Τοσοῦτόν ἐστιν ἀγαθὸν μνημονεύειν ἁμαρτημάτων οἰκείων, ὡς καὶ τὰ ἀφανισθέντα ἐγκλήματα συνεχῶς φέρειν εἰς μέσον τὸν μακάριον Παῦλον. Ἐπειδὴ γὰρ τὰ πρότερα ἀπενίψατο πάντα