1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

9

τῶν ἀσπλάγχνων ἀποδημίαν; ἠκούσατε τὸ κατοικητήριον τῶν μὴ ἐλεούντων; ἔγνωτε ποῦ ἐκπέμπονται οἱ ἀπηνεῖς; ἐμάθετε εἰς ποίαν χώραν μακρὰν ἀποδημοῦσιν οἱ καταπονοῦντες καὶ θλίβοντες τοὺς ἀδυνάτους; Βούλεσθε πάλιν ἀκοῦσαι εἰς ποίαν ἀνάπαυσιν καὶ τρυφὴν ἀπέρχονται· Εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς 60.689 ἀγγέλοις αὐτοῦ. Ἄσπλαγχνοι, φρίξατε καὶ ἐνδύσασθε σπλάγχνα οἰκτιρμῶν· ἀνελεήμονες τρομάξατε καὶ μάθετε ἐλεεῖν, τύραννοι ἰλιγγιάσατε καὶ παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν· ἅρπαγες, πτήξατε καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθῆτε. Πάντες ἐννοῶμεν τὴν φοβερὰν ὥραν τοῦ λογοθέτου, καὶ ἕκαστος ἀποστρέψωμεν ἀπὸ τῆς ὁδοῦ ἡμῶν τῆς πονηρᾶς· μιμησώμεθα τοὺς Νινευΐτας, καὶ γενώμεθα ἕτοιμοι, ὡς ὁ Κύριος ἐνετείλατο. Εἶχον ἂν εἰπεῖν καὶ φανερῶσαι καὶ περὶ τοὺς ἐν ἀσωτίᾳ τοὺς χιτῶνας μολύναντας, καὶ μετ' αἰσχύνης τοῦ βασιλικοῦ γάμου καὶ τῆς χαρᾶς ἐκείνης καὶ δόξης ἐκβαλλομένους εἰς τὸ σκότος τὸ ἐξώτερον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Ἀλλ' ἀποδώσωμεν τέως τὰ περὶ τῶν ἀσπλάγχνων τὰ ἀκόλουθα· ἔτι γὰρ ὑπολείπεται ἡ περὶ αὐτῶν τραγῳδία. Καὶ γὰρ καὶ αἱ πέντε μωραὶ παρθένοι παρὰ τῆς αὐτῆς ἀσπλαγχνίας ἀπεκλείσθησαν, οὐχὶ δὲ διὰ τὴν παρθενίαν· παρθένοι γὰρ ἐτύγχανον· οὐ διὰ νηστείαν, οὐ δι' ἀγρυπνίαν οὐδὲ διὰ ψαλμῳδίας ὑστέρησιν, οὐ διὰ σκληραγωγίας ἢ τήξεως σώματος ἔλλειψιν· πάντα γὰρ ταῦτα κατώρθωσαν ἐν πολλῷ ἀγῶνι, καὶ κόπους πολλοὺς ἐπεδείξαντο, καὶ τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα ἐβάστασαν· ἀλλὰ δι' ἀσπλαγχνίαν.

Αὕτη γὰρ ἡ μήτηρ πάντων τῶν κακῶν, ἡ γεννήτρια τοῦ μίσους, ἡ τὸν Θεὸν καὶ Πατέρα παροξύνουσα, ἡ τὸ Πνεῦμα τὸ ἅγιον ἀποδιώκουσα. Ἀσπλαγχνία, ἡ τὸν Χριστὸν, τὸν πρᾶον καὶ γαληνὸν καὶ τῆς εἰρήνης χορηγὸν καὶ ἀόργητον ὡς ὀργιζόμενον ἀποδεικνύουσα κατὰ τὸ γεγραμμένον· Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ. Τότε, πότε; ∆ηλονότι ὅταν μετὰ πολλῆς θλίψεως καὶ λύπης λαλήσει πρὸ αὐτοὺς, Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι. Εἶδες οἵων ἀγαθῶν πρόξενος ἡ ἀσπλαγχνία γίνεται; Ταύτης γὰρ καρπὸς μισαδελφία, ταύτης γεώργημα φιλαργυρία, ταύτης ἡ θεραπεία τὸ ἀμετάδοτον, ταύτης ἡ πανήγυρις Θεοῦ θλῖψιν πεπλήρωκε, ταύτης ἡ ἀποθήκη ἀπηνείας μεστὴ, ἐν τῇ ταύτης ἀγορᾷ πάντα εὐθηνὰ, ἀστοχία δὲ καὶ λιμὸς ἐλέους Θεοῦ καὶ εὐσπλαγχνίας καὶ φιλανθρωπίας· ταύτης οἰκήτορες οἱ ἐξ εὐωνύμων, ταύτης μαθητὴς ὁ ἄσπλαγχνος πλούσιος, ὁ τόν ποτε πτωχὸν Λάζαρον πρὸς τὸν πυλῶνα αὐτοῦ παρακείμενον βδελυσσόμενος· ταύτης φίλαι καὶ μαθήτριαι αἱ πέντε μωραὶ παρθένοι, ταύτης οἱ πολῖται πᾶν εἶδος πωλοῦσι καὶ ἀγοράζουσι χωρὶς ἐλέους καὶ ἀγάπης· ὅθεν καὶ ἀκούσονται τὸ, Οὐκ οἶδα ὑμᾶς. Ταύτης οἱ κληρονόμοι ἀκούσονται τὸ, Πορεύεσθε ἀπ' ἐμοῦ· ταύτης οἱ ἔμποροι πάντα κέκτηνται χωρὶς τῆς τοῦ Θεοῦ φιλανθρωπίας· ὥσπερ καὶ αἱ προειρημέναι μωραὶ παρθένοι πάντα κατώρθωσαν, παρθενίαν, νηστείαν, ψαλμῳδίαν, ἀγρυπνίαν, ἐγκράτειαν, χαμαικοιτίαν, ξηροφαγίαν, προσευχὴν, ἀλουσίαν, κόπους καὶ ἱδρῶτας πολλοὺς, σιωπήν· ἐπὶ πᾶσι δὲ τούτοις προσελάβοντο δεινὸν κτῆμα καὶ ὀλέθριον, τὴν μισόθεον ἀσπλαγχνίαν, ἥτις πάσας αὐτῶν τὰς προειρημένας ἀρετὰς καὶ ἱδρῶτας ἀνονήτους ἀπέδειξεν.

Ὢ ἀσπλαγχνία μισάδελφε καὶ μισόθεε· ὢ ἀσπλαγχνία ὀργῆς Θεοῦ ἀποθήκη· ὢ ἀσπλαγχνία κατοικητήριον ἔχον τὸ πῦρ τὸ ἐξώτερον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Εἶδες κτῆμα μικρὸν μὲν φαινόμενον καὶ ἀφανίζον πολλὰς καὶ μεγάλας ἀρετὰς καὶ κατορθώματα; Πιστεύσατέ μοι, ἀδελφοὶ, ἔμφοβός εἰμι καὶ ἔντρομος, ἐννοῶν πῶς τὸ ἓν ἐκεῖνο πάθος πάντα ἐκεῖνα τὰ κατορθώματα ἀνόνητα καὶ ἀπρόσδεκτα ἀπέδειξεν, καὶ τοὺς ἀγωνιστὰς ἀγνωρίστους ἐποίησεν· ἤκουσαν γὰρ τὸ, Ἀμὴν λέγω