εἰδὼς ὅτι οὐκ ἀνθρώπῳ ἀλλὰ τῷ θεῷ τοῦτο ποιεῖς τῷ εἰπόντι Ὁ ὑμῶν ἀκούων ἐμοῦ ἀκούει, καὶ ψευδόμενος καὶ ἀποστερῶν ἃ προσήγαγες τῷ θεῷ οὐ δοκεῖς ἁμαρτάνειν; ἢ δοκεῖς μὴ εἶναι ἁμαρτίαν, τὰ δοθέντα τῷ θεῷ πάλιν ἀφαιρεῖσθαι; πῶς δὲ ἀφαιρεῖς μάθε· ὅτι τῆς μὲν ψυχῆς σου ἀξιόπιστον ποιεῖς τὸν ἀσκητὴν ἱερέα ταύτην διδοὺς προσάγειν θεῷ, περὶ δὲ τῶν ψυχρῶν καὶ οἰκτρῶν καὶ ταλαιπώρων πραγμάτων τῆς ὕλης τοῦ κόσμου τούτου κρίνεις αὐτὸν καὶ δοκιμάζεις. πῶς οὖν οὐ δοκεῖς ἁμαρτάνειν ἁμαρτίαν οὐ τὴν τυχοῦσαν ἀλλ' αὐτὴν τὴν ἱεροσυλίαν, ἧς τὸ κρῖμα δείκνυσιν ὁ μακάριος Πέτρος ἐν ταῖς πράξεσιν, ὅτε Ἀνανίαν καὶ Σάπφειραν ἐξελέγξας ὡς νοσφισα μένους ἀπὸ τῆς τιμῆς τοῦ χωρίου, ὃ προσενέγκαντες ἐκελεύσθησαν πωλῆ σαι, ὥστε εἰς διακονίαν τῶν ἀδελφῶν προχωρῆσαι, θανάτῳ τούτους πικρῷ κατεδίκασε, καὶ φόβον μέγαν ἐνεποίησε πάσῃ τῇ ἐκκλησίᾳ. ἀλλ' ἐρεῖς Οὐκ ἀφαιροῦμαι τὴν ἀποταγήν, ἀλλὰ δεόντως οἰκονομηθῆναι καὶ καλῶς προνοοῦμαι. μάλιστα μὲν οὐδὲ δοκιμαστήν σε εἶναι τῶν μηκέτι ἀνηκόντων ὁ λόγος συγχωρεῖ, οὐ γὰρ ἐπίστασαι τὸ δέον ἢ μὴ δέον, ἐλέγχῃ δὲ ἀφαιρούμενος καὶ τὴν ἀποταγήν· ἐλέγχῃ πρὸς τούτοις καὶ ψευδόμε νος ἐν τῷ λέγειν Οὐκ ἀφαιροῦμαι. 53.10 λέγε γάρ μοι· οὐχὶ τὴν ψυχὴν ἔπειτα καὶ τὰ χρήματα ἔδωκας διὰ τῶν χειρῶν τοῦ ἀσκητοῦ τῷ θεῷ; οὐκοῦν οὐκέτι ἐν ἐξουσίᾳ σου ἐστὶ ταῦτα, ἀποταγὴ δέ ἐστι βεβαία καὶ ἀληθής, ψυχῆς μὲν ὅταν καθ' ὅλου τὰ ἴδια θελήματα μὴ ἐπιτελῇ, ἀλλὰ, καθάπερ ὕλη τεχνίτῃ, οὕτως ὑποθῇ τὰς αἰσθήσεις ἑαυτοῦ πάσας, ᾧ τὴν ψυχὴν παρέθετο μετὰ τὸν θεόν, ἀτενὲς ἔχων τὸ ὄμμα πρὸς τὰ ὑπ' αὐτοῦ κελευόμενα. καὶ ὡς ὕλη οὐκ ἀντερεῖ τῷ τεχνίτῃ ἔντιμον βουλομένῳ ποιῆσαι σκεῦος καὶ οὐκ ἄτιμον, ἄψυχος γὰρ ἅπαξ ὕλη καὶ ἀναίσθητός ἐστιν, οὕτως εἶναι καί σε ὁ λόγος ἀπαιτεῖ. ὡς γὰρ ἐμπείρῳ τὴν ψυχὴν παραθέμενον καὶ οὐκ ὄντα ἑαυτοῦ αὐτὸς ἀγέτω σε, καὶ φερέτω ὅπου βούλεται καὶ ὡς βούλεται. εἰ δὲ περὶ ψυχῆς εἴρηται τοῦτο, πῶς περὶ τῶν γηΐνων σου καὶ φθαρτῶν κτημάτων, οἷς ἀποτάξασθαι λέγεις, ἀναισθητεῖν σε χρή; 53.11 εἰ δὲ καταζητεῖς καὶ διατάσσῃ τῷ ἀσκητῇ, ὅρα πόσα δοκεῖς ἁμαρτάνειν· πρῶτον μέν, ἱεροσυλίαν ἐπισπώμενος κρῖμα, τοῖς θελήμασιν ἀποταξάμενος καὶ ἐπαναλαμβάνων αὐτά· δεύτερον, ὃν ᾑρετίσω κριτὴν τῶν ὑπὸ σοῦ πραττομένων κατακρίνων· τρίτον, αὐθαδείας καὶ φιλαυτίας ἢ καὶ φιλαρχίας φέρειν νόσον· τέταρτον δέ, τοὺς πρώτους καὶ οὓς δοξά ζειν ὤφειλες ἀδελφοὺς καταισχύνων ὡς πένητας καὶ μηδενὶ ἀποταξαμέ νους, καὶ ὑποκύπτειν αὐτοὺς τῇ σῇ δυναστείᾳ βουλόμενος, ὅτι ἐσθῆτα καὶ σκεύη ἐν οἷς διακονοῦνται αὐτὸς παρέσχες· καὶ ὅθεν ἂν περιστραφῇς ἐν τῇ μονῇ, τὰ πάντα σὰ ὁρῶνται, καὶ λογίζῃ ὡς πρὸ ἐμοῦ ταπεινότατος καὶ πτωχὸς ὑπῆρχεν ὁ ἀσκητής, ἐπ' ἐμοὶ δὲ καὶ διὰ τῶν ἐμῶν μικρὸν ἐπῆρε τὴν κεφαλήν, καὶ παρὰ τοῖς ἐπιδημοῦσι φίλοις διὰ τῶν ἐμῶν λαμπρὸς φανεὶς ὑπόληψιν εὗρε μεγάλην· πρὸ γὰρ τούτου, ἐσθὴς αὐτῷ εὐτελής, νῦν δὲ λαμπρά, δι' ἧς καὶ δεδόξασται. καὶ ὅρα ὡς ἀναίσθητος ἴσον ἔχειν με τῶν λοιπῶν βούλεται, καὶ διὰ τοῦτο περιτρέψαι καὶ τὸν ἀσκητὴν τὸ δίκαιον κρῖμα βιάζεται, ὥστε ὑποκρινάμενον τῇ βίᾳ ταύτῃ ἄρχοντα πάσης αὐτὸν χειροτονῆσαι τῆς ἀδελφότητος. εἰ δὲ εἰδὼς εἴη καὶ γράμματα καὶ εἰς θρόνον αὐτὸν διδασκάλου καθέζεσθαι, εἶτα εὐλο γεῖν τοὺς ἑαυτοῦ πατέρας ἄξιον ἑαυτὸν πεπίστευκεν, ὃς οὐδ' ἄκροις χείλεσι τῆς ἀσκήσεως ἐγεύσατο, τοὺς παντοίαις ἀσκήσεσι τῶν ἀρετῶν ἐναθλήσαντας, εἶτα καὶ τέλεον ἀποκινῆσαι τὸν ἀσκητὴν τῆς ἀρχῆς ἠβουλήθη τάχα· καὶ οἴεται ἐπὶ τούτοις πᾶσι μηδὲν παρατρέψαι μήτε ὑφελέσθαι, ὅτι τὰ χρήματα εἰς ἀνόπιν οὐκ εἴληφεν, οὕτως κακῶς καὶ ἀτόπως ἐν τῷ τὴν ψυχὴν ἆραι τῶν χειρῶν τοῦ ἀσκητοῦ διανοηθείς. καὶ πόσῳ βέλτιον ἦν, εἰ τὰ χρήματα εἰληφὼς συντόμως ᾤχετο· σύντομος γὰρ ἀπαλλαγὴ ζημίας κερδαλεωτέρα παντὸς εὑρέματος ὑλικοῦ· ἀπηλλάγη γὰρ ἂν αὐτὸς