ὑπηγόρευε, καὶ δεινὸν οὐδὲν ὁ λόγος εἶχεν, οὐδὲ περίεργον. 1.31 Ἀπὸ τοίνυν ὑπερηφάνου καὶ βασκάνου τύχης τὴν βασιλείαν καταβιβάσας, οὐ μόνον λείαν ἑαυτῷ τὴν ὁδὸν εὐτρέπισε τῆς ἀρχῆς, ἀλλὰ καὶ τὰς ἐξαγωγὰς τῶν διδομένων ἀποφράξας χρημάτων, πολυτάλαν ἑαυτῷ τὸν ὄλβον τῆς βασιλείας πεποίηκε, τὰ μὲν μὴ διδοὺς, τὰ δὲ καὶ προστιθεὶς ἔξωθεν· ἐς γὰρ μυριάδας εἴκοσι ταλάντων ἔμπλεω τὰ τῶν ἀνακτόρων ταμεῖα πεποίηκε. Τὸν δὲ λοιπὸν χρηματισμὸν τίς ἂν εὐπορήσοι τῷ λόγῳ συναγαγεῖν; ὅσα γὰρ ἐν Ἴβηρσί τε καὶ Ἄραψι, καὶ ὅσα ἀποτεθησαύριστο εἰς Κελτοὺς, ὁπόσα τε ἡ Σκυθῶν εἶχε γῆ, καὶ, ἵνα συντόμως εἴπω, τὸ πέριξ βαρβαρικὸν, πάντα ἐς ταὐτὸ συνενηνοχὼς τοῖς βασιλικοῖς ταμείοις ἀπέθετο· ἀλλὰ καὶ τῶν καταστασιάντων αὐτὸν, εἶτα δὴ καθαιρεθέντων, τὴν ἐν χρήμασιν εὐδαιμονίαν ἐκεῖσε φέρων ἀπεθησαύρισε. Καὶ ἐπεὶ δὴ οὐκ ἤρκεσαν αὐτῷ αἱ τῶν κατεσκευασμένων οἴκων ὑποδοχαὶ, ὑπογείους ὀρύξας ἕλικας κατὰ τὰς τῶν Αἰγυπτίων σύριγγας, ἐν αὐτοῖς οὐκ ὀλίγα τῶν συνειλεγμένων ἐταμιεύσατο. Ἀπέλαυε δὲ οὐδενὸς, ἀλλ' οἱ πλείους τῶν λίθων τῶν τε λευκοτάτων οὓς μαργαρίτας φαμὲν, καὶ τῶν διαφόροις ἀποστιλβόντων τοῖς χρώμασιν, οὐκ ἐν ταινίαις κεκόλληντο ἢ στρεπτοῖς, ἀλλ' αὐτοῦ που κατὰ γῆς ἐρριμμένοι ἐτύγχανον. Ὁ δὲ πορφυρὰν ἐσθῆτα ἠμφιεσμένος, οὐδὲ τὴν κατακόρως ὀξεῖαν, ἀλλὰ τὴν μέλαι ναν, μαργαρίσι τισὶ τὸ ἐπίσημον ἔχουσαν, τάς τε προόδους ἐποιεῖτο καὶ τοῖς τέλεσιν ἐχρημάτιζεν· τὸν δὲ πλεῖστον τῆς ἀρχῆς αὐτοῦ χρόνον στρατεύων, καὶ τάς τε τῶν βαρβάρων ἀνείργων ἐπιδρομὰς, τά τε ἡμέτερα φρουρῶν ὅρια, οὐ μόνον οὐδὲν ἐξεφόρει τῶν ἀποτεθειμένων, ἀλλὰ καὶ πολλαπλάσια τὰ συνειλεγμένα ἐδείκνυε. 1.32 Ἐποιεῖτο δὲ τὰς πρὸς τοὺς βαρβάρους στρα τείας οὐχ ὥσπερ εἰώθασιν οἱ πλείους τῶν βασιλέων ποιεῖν, μεσοῦντος ἐξιόντες ἔαρος καὶ τελευτῶντος θέρους ἐπανα ζευγνύντες, ἀλλ' ὅρος αὐτῷ τῆς ἀναζεύξεως ἦν τὸ τοῦ σκο ποῦ τέλος, ἐφ' ᾧ καὶ τὴν κίνησιν ἐποιήσατο. Ἀπεκαρτέρει δὲ καὶ πρὸς ψῦχος ἀκμάζον καὶ πρὸς ἀκμὴν θέρους, καὶ διψῶν οὐκ εὐθὺς ταῖς πηγαῖς προσῄει, ἀλλ' ἦν ὡς ἀληθῶς πρὸς πᾶσαν ἀνάγκην φύσεως στερρός τε καὶ ἀδαμάντινος. Τὰ δὲ τῶν στρατοπέδων εἰς τὸ ἀκριβὲς εἰδὼς, οὐ πλήθει φημὶ τάξεως, οὐδὲ λόχους συνηρμοσμένους, οὐδὲ δεσμοὺς τάξεως καὶ λύσεις εὐκαίρους, ἀλλὰ καὶ τὰ ἐς τὸν πρωτοστάτην καὶ τὰ ἐς τὸν ἡμιλοχίτην καὶ ὁπόσα ἐστὶν ἐς τὸν κατόπιν ἀνε νεγκεῖν, εὐπετῶς τούτοις ἐν τοῖς πολέμοις ἐχρῆτο· ὅθεν οὐδ' ἐπ' ἄλλοις τὴν τάξιν τούτων ἐτίθετο, ἀλλ' ἑκάστου καὶ τὴν φύσιν καὶ τὴν τεχνικὴν ἀγωνίαν εἰδὼς, καὶ πρὸς ὃ ἢ τῷ ἤθει ἢ τῇ παιδείᾳ συνήρμοστο, πρὸς τοῦτο συνῆγε καὶ συνεβίβαζε. 1.33 Ἤιδει δὲ καὶ ὁπόσα τῶν σχημάτων τοῖς λόχοις λυσιτελεῖ, τὰ μὲν ἀπὸ τῶν βιβλίων ἀναλεξάμενος, τὰ δὲ καὶ αὐτὸς συντελέσας ἐκ φυσικῆς ἐπιστήμης τοῖς γινομένοις· πολεμεῖν δὲ καὶ κατὰ φάλαγγα ἵστασθαι ἐπήγ γελλε μὲν καὶ ἐποιεῖτο τὸ σχῆμα, οὐ πάνυ δὲ τὴν πρᾶξιν ἐβούλετο, τὴν ὀξεῖαν τροπὴν εὐλαβούμενος· ὅθεν τὰ πολλὰ λόχους ἐκάθιζε, καὶ μηχανὰς ἐποιεῖτο, καὶ ἠκροβολίζετο πόρρωθεν, τοῖς ψιλοῖς ἐπιτάττων τὴν τέχνην. Ἐς δὲ πόλε μον καθιστάμενος, καὶ τὰς τάξεις δεσμήσας τοῖς τακτικοῖς σφίγμασι, καὶ οἷον καταπυργώσας τὸ στράτευμα, καὶ συναρ μόσας ταῖς ἵλαις μὲν τὸ στρατόπεδον, ταύτας δὲ τοῖς λόχοις, καὶ τούτους τοῖς καθ' ἕνα τῶν ὁπλιτῶν, οὐδενὶ προπηδᾶν ἐνετέλλετο, οὐδὲ τὸν συνασπισμὸν λύειν παρὰ πᾶσαν ἀνάγκην· εἰ δέ τις τῶν ἀκμαιοτάτων ἢ ὀξυτάτων ἄλλως ἑαυτὸν ἀποβιασάμενος πορρωτάτω τῆς φάλαγγος ἀφιππάσατο, καὶ συμμίξας τοῖς πολεμίοις τροπὴν ἐποιή σατο, ἐπαναζεύξας οὐ στεφάνων οὐδ' ἀριστείων ἐτύγχανεν, ἀλλ' εὐθὺς τοῦτον τοῦ τε στρατεύματος διῄρει καὶ μετὰ τῶν παρανομούντων τάξας ἐτιμωρεῖτο. Μεγάλην <γὰρ> ῥο πὴν πρὸς τὸ νικᾶν