δίας αὐτῶν· καὶ τὰ τόξα αὐτῶν συντριβείη. Ὥσπερ δὲ ἡ εἰρήνη τοῦ δικαίου εἰς αὐτὸν ἀνακάμ πτει· οὕτως ἡ ῥομφαία τοῦ ἀσεβοῦς εἰσέλθοι εἰς καρδίαν αὐτοῦ, ἐὰν τηρῇ ἑαυτὸν ὁ εὐθὺς τῇ καρ δίᾳ. Στίχ. ιʹ. Κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦ τον ἁμαρτωλῶν πολύν. Ἔχει μὲν οὖν ἡ λέξις αὐτόθεν ὠφέλιμόν τι τοῖς ἀκεραιοτέροις· ἔχει δέ τι καὶ κεκρυμμένως εἰρημέ νον τοῖς βαθύτερον ἀκούειν τῆς Γραφῆς ἐπισταμέ νοις. Τὸ οὖν ἁπλούστερον τοιοῦτόν ἐστι· Βιοπορι στοῦσι δίκαιοι καὶ ἄδικοι. Ἀλλ' οἱ μὲν τοσοῦτον ζη τοῦσι τὸ τῆς χρείας, ὅσον τὸ τῆς δικαιοσύνης· καὶ ἢ οὐ πορίζουσιν, ἢ ἄνευ ἀδικίας, χρωννύντες τὸ πορι ζόμενον τῇ δικαιοσύνῃ. Οἱ δὲ ὅλως νενεύκασιν ἐπὶ τὸν πορισμὸν, ὅπως πολλὰ κτήσωσιν, οὐ ζητοῦντες εἰ καλῶς κτήσονται. ∆ύο οὖν προκειμένων, τοῦ τε ὀλί 17.132 γου λήμματος μετὰ δικαιοσύνης, καὶ τοῦ πολλοῦ μετὰ ἀδικίας· Κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν. Ἴδωμεν δὲ καὶ τὸ ἀνακεχωρηκός. Κρεῖσσόν ἐστι πιστὸν ἰδιώτην εἶναι, οὐδὲ ἀνοῖξαι τὸ στόμα δυνάμενον, ἢ πλουτεῖν τῷ λόγῳ προφορικῷ καὶ τοῖς μαθήμασιν ἐν κακίᾳ ἢ ἀπιστίᾳ. Στίχ. ιζʹ. Ὅτι βραχίονες ἁμαρτωλῶν συντριβή σονται· ὑποστηρίζει δὲ τοὺς δικαίους ὁ Κύ ριος. Ἐὰν ἴδῃς τὸν τόνον καὶ τὴν δύναμιν συντετριμμέ νην τοῦ ἀσεβοῦς, ὥστε μὴ δύνασθαι αὐτὸν ἐκτεῖναι τὴν χεῖρα ἐπὶ πρᾶξιν ἀγαθὴν (συντετριμμένη γάρ ἐστιν), ὄψει, ὅτι πεπλήρωται τό· Βραχίονες ἁμαρ τωλῶν συντριβήσονται. Ὁ δὲ συντρίβων, ὁ διάβο λός ἐστι. Πᾶς μέντοι ἄνθρωπος ἀσθενὴς, καὶ τὸ ὅσον ἐφ' ἑαυτῷ καταπίπτει, καὶ δέεται τοῦ ὑποστη ρίζοντος τοὺς καταπίπτοντας, καὶ ἀνορθοῦντος τοὺς κατεῤῥαγμένους. Στίχ. καʹ. ∆ανείζεται ὁ ἁμαρτωλὸς, καὶ οὐκ ἀποτί σει· ὁ δὲ δίκαιος οἰκτείρει καὶ δίδωσιν. Ὑψηλότερον δέ· Ὅταν διδάσκῃ Παῦλος, ἤ τις ἕτε ρος τῶν ἱερῶν μυσταγωγῶν, οἱ ἀκροαταὶ δανείζον ται τὸ δόκιμον ἀργύριον τῷ στόματι Παύλου. Καὶ ὁ μὲν δίκαιος ἀποδίδωσι τοὺς τόκους, καὶ λέγει· Μνᾶν μοι ἔδωκας, ἰδοὺ δέκα μνᾶς ἐποίησα. Πέντε τά λαντα ἔδωκας, ἰδοὺ ἔχω δέκα. Ὁ δὲ ἁμαρτωλὸς ἀναλίσκει πάντα. Οὐκ ἔξεστι δανείζειν τὰ ἑαυτοῦ, ἤτοι διδάσκειν ὡς οἱ αἱρετικοί· ἀλλὰ τὸ τοῦ Θεοῦ ἀρ γύριον τὸ δόκιμον, ὡς ὁ λέγων· Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; Ἀποδοτέον δὲ μετὰ τόκου ἐκ πολιτείας καὶ πράξεως τὸ κεφάλαιον. Εἰ δὲ μὴ, κρεῖττόν ἐστι τὴν ἀρχὴν μὴ δανείσασθαι, μάλιστα τὰ τοῦ ταμείου τοῦ Κυριακοῦ, ἢ ἀπολέσαι τὰ τοῦ βασιλέως χρήματα. Στίχ. κβʹ. Ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληρονομή σουσι γῆν· οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολο θρευθήσονται. Ὅμοιον τῷ εἰρημένῳ πρὸς Ἀβραάμ· Τοὺς εὐλογοῦντάς σε εὐλογήσω, καὶ τοὺς καταρωμέ νους σε καταράσομαι. Οὐκοῦν, εἰ ὁ Θεὸς εἴη ὁ κατ οικτείρων καὶ διδοὺς, οἱ δοξολογοῦντες αὐτὸν διὰ τοῦτο, ἤγουν εὐλογοῦντες, ἔσονται κληρονόμοι τῆς ἐπηγγελμένης τοῖς ἁγίοις γῆς, καὶ λήψονται τὴν γῆν ἀγαθὴν καὶ τὴν πολλὴν, τὴν οὐ κέντρου καὶ σημείου λόγον ἔχουσαν. Κίνδυνος δὲ ἐν τῷ κατάραν ἡμᾶς τιθέναι τῷ δικαίῳ ὀλέθρου τοῦ ἐσχάτου. Λέγει γὰρ πρὸς τὸν δίκαιον ὁ Κύριος· Ἐχθρεύσω τοῖς ἐχθροῖς σου, καὶ ἀντιβήσομαι τοῖς ἀντικειμένοις σοι. Καὶ ὥσπερ λέγει· Τοῦτον ἔθρεψας, ἐμὲ ἔθρεψας· οὕτως ἀκόλουθον εἰπεῖν· Τοῦτον ἐλοιδόρησας, ἐμὲ ἐλοιδό ρησας. Καταρῶνται δὲ Θεὸν οἱ μὴ εἰδότες αὐτὸν, καὶ ταῦτα τῆς αὐτοῦ δόξης πάλιν φήμους ἔσθ' ὅτε ῥιπτοῦντες φωνὰς, πρὸς τὸ μηδὲ ἐφ' οἷς εὖ πε πόνθασιν ἀνέχεσθαι προσάγειν αὐτῷ τὰς εὐχαρι στίας. Χριστὸν μὲν οὖν εὐλογοῦσι τὰ ἔθνη, διὸ κλη ρονομοῦσι τὴν βασιλείαν· Ἰουδαῖοι δὲ, βλασφημοῦν τες αὐτὸν, εἰς τέλος ὀλοθρεύονται. 17.133 Στίχ. κγʹ. Παρὰ Κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται· καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει σφόδρα. Ὥσπερ ἰδίου παιδὸς, φησὶ, λαμβάνεται τῆς χει ρὸς ὁ Θεὸς, καὶ ἀποφέρει πρὸς ὁδὸν εὐθεῖαν, οὐκ ἀφιεὶς αὐτὸν σκολιοδρομεῖν, οὔτε μὴν καμπύλας ποιεῖσθαι τοῦ βίου τὰς τροχιάς· ἀλλ' εὐθὺ παντὸς ἰέναι πράγματος ἀγαθοῦ, διδάσκων τε καὶ ἀπευθύ νων αὐτοὺς, κατά γε τό· Ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με. Ὅταν μέντοι τοῦ ἀνθρώπου τὰ διαβήματα ὑπὸ Κυ ρίου κατευθυνθῇ, τότε τὴν ὁδὸν αὐτοῦ θελήσει. Ἀμφίβολος ἡ