1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

9

οὐκ ἐκ μέρους «ἀληθινήν» οὐδὲ τὴν μὲν ἀληθινὴν τὴν δὲ ψευδῆ, ἀλλ' «ἐγὼ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν· πῶς ἐστράφης», ἐμοῦ κτίσαντός σε «πᾶσαν ἀληθινὴν» ἄμπελον, σὺ πῶς ἐστράφης εἰς πικρίαν καὶ γέγονας «ἀλλοτρία ἄμπελος»; 2.2 Μετὰ ταῦτα ἴδωμεν τὸ «ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον ἐμοῦ, λέγει κύριος.» Ἆρα ᾤετό τις ἁμαρτή σασα ψυχὴ «νίτρον» λαβοῦσα καὶ ἀποπλυναμένη «νίτρῳ» αἰσ θητῷ, ὅτι παύεται τῆς κηλῖδος καὶ παύεται τῆς ἁμαρτίας, ὑπελάμβανε δέ τις «πόαν» ταύτην τὴν ἀνατέλλουσαν ἀπὸ γῆς λαβὼν καὶ ἀποπλυνάμενος καὶ ἀποσμηξάμενος καθαρ θῆναι τὴν ψυχήν, ὅτι λέγει ἐνταῦθα ὁ λόγος τῇ στραφείσῃ εἰς πικρίαν καὶ γενομένῃ ἀλλοτρίᾳ ἀμπέλῳ· «Ἐὰν ἀπο πλύνῃ ἐν νίτρῳ καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον ἐμοῦ, λέγει κύριος»; Ἀλλὰ χρὴ εἰδέναι, ὅτι ὁ λόγος πᾶσαν δύναμιν ἔχει· καὶ ὥσπερ πάσης γραφῆς δύναμιν ἔχει, οὕτως ὁ λόγος ἔχει παντὸς φαρμάκου δύναμιν καὶ παντὸς τοῦ καθαρίζοντος δύναμίς ἐστι καὶ σμηκτικώτατος· «Ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον», καὶ ὃ ἐὰν εἴπῃς, οὗ ἐστι χρεία, τοῦτό ἐστιν ἐν τῇ δυνάμει τοῦ λόγου. Ἔστιν οὖν τις λόγος «νίτρον» καὶ ἔστι τις λόγος «πόα», ὅστις τοὺς τοιούτους ῥύπους καθαίρει λαληθείς, ἐπεὶ δὲ ἀπὸ τοῦ τοιούτου λόγου ὅστις ἐστὶ «νίτρον» καὶ ἀπὸ τοῦ τοιούτου δὲ λόγου ὅς ἐστι «πόα» οὐ πᾶσα ἁμαρτία θερα πεύεται, ἀλλ' ἔστιν ἁμαρτήματα οὐ δεόμενα νίτρου οὐδὲ πόας, λέγεται πρὸς τὴν οἰομένην ἁμαρτήματα ἔχειν ὡς δυνάμενα ἀποπλυθῆναι ἐν νίτρῳ καὶ πόᾳ τὸ «ἐὰν ἀπο πλύνῃ ἐν νίτρῳ καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐναν τίον ἐμοῦ ἐν ταῖς ἀδικίαις σου, λέγει κύριος»· καὶ ὥσπερ τῶν τραυμάτων τινά ἐστιν ἃ μαλάγματι θεραπεύεται, καὶ ἄλλα ἐλαίῳ θεραπεύεται, καὶ ἄλλα δεῖται καταδέσμου καὶ οὕτως ὑγιάζεται, ἄλλα δέ ἐστι τραύματα ἐφ' οἷς λέγε ται· «Οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους· ἀλλὰ ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι,» οὕτως ἔστι τινὰ ἁμαρτήματα, ἃ ῥυποῖ τὴν ψυχήν, καὶ δεῖται ὁ ἄνθρωπος ἐπὶ τούτοις τοῖς ἁμαρ τήμασι λόγου νίτρου, λόγου πόας, ἔστι δέ τινα ἁμαρτή ματα, ἃ οὐχ οὕτως θεραπεύεται, οὐδὲ γὰρ ῥύπῳ παραβάλ λεται. ∆ιὰ τοῦτο τὰς διαφορὰς τῶν ἁμαρτημάτων ἐπιστάμενος ὁ ἐν τῷ Ἡσαΐᾳ κύριος ὅρα πῶς λέγει τὸ «ἐκπλυνεῖ κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιών, καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως», ῥύπον καὶ αἷμα, ῥύπον <πνεύματι> κρίσεως, αἷμα πνεύματι καύσεως. Εἰ <οὐ> «πρὸς θάνατον» ἥμαρτες, πλὴν ἥμαρτες, ῥερύπωσαι· «ἐκπλυνεῖ» οὖν «κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιών, καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν», εἶτα ἀνταπό δοσις πρὸς μὲν «τὸν ῥύπον» «πνεύματι κρίσεως» <πρὸς δὲ «τὸ αἷμα» «πνεύματι καύσεως»>· καὶ δεόμεθα οἱ πολλοί, ὅταν χείρονα ἁμάρτωμεν, οὐ νίτρου οὐδὲ τοῦ πλη θῦναι πόαν, ἀλλὰ τοῦ «πνεύματος τῆς καύσεως». 2.3 ∆ιὰ τοῦτο ὁ Ἰησοῦς βαπτίζει-τάχα νῦν εὑρίσκω τὸν λόγον-»ἐν πνεύματι [καὶ] ἁγίῳ καὶ πυρί», οὐχ ὅτι τὸν αὐτὸν «ἐν πνεύματι ἁγίῳ καὶ πυρί», ἀλλὰ τὸν μὲν ἅγιον «ἐν πνεύματι ἁγίῳ», τὸν δὲ μετὰ τὸ πιστεῦσαι, μετὰ τὸ ἀξιωθῆναι ἁγίου πνεύματος, πάλιν ἡμαρτηκότα λούει ἐν «πυρί», ὡς μὴ τὸν αὐτὸν εἶναι βαπτιζόμενον ὑπὸ Ἰησοῦ «ἐν πνεύματι ἁγίῳ καὶ πυρί». Μακάριος οὖν ὁ βαπτιζόμενος «ἐν ἁγίῳ πνεύματι» καὶ μὴ δεόμενος βαπτίσματος τοῦ ἀπὸ πυρός, τρισάθλιος δὲ ἐκεῖ νος, ὅστις χρείαν ἔχει βαπτίσασθαι τῷ πυρί, πλὴν ἀμφό τερα ἔχει ὁ Ἰησοῦς· «Ἐξελεύσεται» γὰρ «ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται», «ῥάβδος» ἐπὶ τοὺς κολαζομένους <«ἄνθος» ἐπὶ τοὺς δικαίους>. Οὕτως «ὁ θεὸς πῦρ καταναλίσκον» ἐστί, καὶ «ὁ θεὸς φῶς ἐστι», «πῦρ καταναλίσκον» τοῖς ἁμαρτωλοῖς, «φῶς» τοῖς δικαίοις καὶ ἁγίοις. Καὶ μακάριος «ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ», ὁ τηρήσας τὸ βάπτισμα τοῦ ἁγίου πνεύματος· τίς ἐστιν ὁ ἐν ἑτέρᾳ σῳζόμενος ἀναστάσει; Ὁ δεόμενος βαπτίσματος τοῦ ἀπὸ πυρός, ὅταν ἔλθῃ ἐπὶ