αὐτῷ, ὥστε ἄξιον αὐτὸν γενέσθαι καὶ τοῦ ἀπο κεῖσθαι εἰς τὰ Ἅγια τῶν ἁγίων ἐν τῇ τοῦ μαρτυρίου σκηνῇ. Ὅτι ὅρασις εἰς πᾶν τὸ πλῆθος. Ἐκλέλοιπε γὰρ ἡ προφητεία μετὰ τὴν τοῦ Σωτῆρος ἐπιδημίαν. Κα λῶς δὲ, Εἰς ἅπαν τὸ πλῆθος· ἐπειδὴ λῆμμα κατ' ἐκλογὴν χάριτος γέγονε. Καὶ ἄνθρωπος ἐν ὀφθαλμοῖς ζωῆς αὐτοῦ. Ἐὰν ἅγιός τις ᾖ, κρατήσει ὧν κρατεῖν δεῖ, καὶ περιέσται οὐκ ἄλλῳ τινὶ ἢ τῷ ὀφθαλμῷ τῆς ἰδίας ζωῆς, ὅς ἐστιν ὁ νοῦς, ἐν ᾧ τὴν ἐν τῷ ἀληθεῖ ζωὴν βλέπομεν, καὶ περιγινόμεθα πάντων τῶν ἀντιπαλαιόντων ἡμῖν. Σαλπίσατε σάλπιγγι. Ἐπὶ πλεῖον περὶ σάλπιγ γος διειλήφαμεν ἐξετάζοντες τὸ, Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλ λαγησόμεθα· καὶ ἵνα μὴ παλιλλογήσωμεν, οὐ προσ διατρίβομεν τῷ τόπῳ· μόνον δὲ ὑπομνήσεως χάριν λεκτέον ὅτι, εἴπερ μεῖζόν ἐστι τὸ κρίνειν τὰ σύμ παντα τοῦ κρίνειν τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ, ἢ κρίνειν τοὺς ἀγγέλους, ἢ κρίνειν τὸν κόσμον εἰρημέ νον ἐν τῷ· Καθήσεσθε ἐπὶ δώδεκα θρόνων κρίνον τες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ, καὶ ἐν τῷ· Ἀγγέλους κρινοῦμεν· ἔν τε τῷ· Ἐν ὑμῖν κρίνεται ὁ κόσμος· ἀσκητέον ὑπὲρ τοῦ κρῖναι τὰ σύμπαντα σαλπίσαι τῇ σάλπιγγι. Ζητητέον οὖν τὴν σάλπιγγα τοῦ Θεοῦ καὶ τὴν μεγάλην παροξυντικὴν τοῦ Θεοῦ φωνὴν τῶν στρατιωτῶν τοῦ Θεοῦ ἐπὶ τὸν κατὰ τῶν πολεμίων ἀγῶνα, ὁποίᾳ εἰκὸς ἦν χρῆσθαι τοὺς ἀπο στόλους τοσοῦτον τὰ φρονήματα διεγείροντας διὰ τῆς φωνῆς τῆς σάλπιγγος ἐπὶ τὸν κατὰ τῶν ἐχθρῶν ἀγῶνα. Ἐπειδὴ δὲ καὶ ἐν ταῖς ἑορταῖς τοῦ Θεοῦ, ὡς ἐν ἄλ λοις παρεθέμεθα, σάλπιγγες παραλαμβάνονται, καὶ 13.793 ταύτας ἀναληπτέον, ἵνα προτρεψώμεθα δι' αὐτῶν τοὺς καθαροὺς καὶ ἀληθεῖς Ἰσραηλίτας ἐπὶ τὸ ἑορτάζειν τὰς ἑορτὰς Κυρίου. Ἕκαστος οὖν ἡμῶν ἀκουέτω τοῦ· Ἐν σάλπιγγι ὕψωσον τὴν φωνήν σου· καί· Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν. Ἀλλὰ μὴ ἔμπροσθεν ἡμῶν σαλπίσωμεν, ὡς οἱ ὑποκριταὶ ποιοῦσι· Μὴ σαλπίσῃς γὰρ, φησὶ, ἔμ προσθέν σου· ἀλλ' ἔμπροσθεν τοῦ Θεοῦ κατὰ τὸν πνευματικὸν αὐτοῦ νόμον ποιήσαντες ἑαυτοῖς τὰς λογικὰς ἐλατὰς ἀργυρᾶς σάλπιγγας ἐν ἕξει ἀποτελεστικῇ θείων φωνῶν καὶ λόγων πολεμεῖν καὶ ἑορτάζειν διδασκόντων, ἵνα οὕτω κρίνειν τὰ σύμπαντα δυνηθῶμεν. Καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα. Τάχα τοῦ ἐπὶ τοῖς ἁμαρτήμασι πένθους σύμβολον ἡ τοιαύτη λέξις. Ὥσπερ γὰρ εἰσὶν οἳ ποιοῦσι φαλάκρωμα ἐπὶ νεκρῷ, οὕτως οἱ αἰσχυνόμενοι ἐπὶ τοῖς ἰδίοις πταίσμα σιν, ἀποθέμενοι τὸν κόσμον τῆς νοητῆς αὐτῶν κεφα λῆς, καὶ ξυράμενοι, φοροῦσιν ἐπ' αὐτῆς τὸ σημεῖον τοῦ πένθους. Τοῖς δὲ ἁγίοις οὐδὲν οἰκεῖον πρὸς ἐχθροὺς ἔχουσιν ἐνομοθέτησεν ὁ νόμος μὴ ποιεῖν φαλάκρωμα ἐπὶ νεκρῷ, ὅτι, φησὶν, ἅγιος εἶ Κυρίῳ τῷ Θεῷ σου. Καὶ εἰσελεύσονται ἐπ' αὐτὰ ἀφυλάκτως. Νομι στέον μιαίνεσθαι τὰ Ἅγια ὑπὸ τῶν μιαινόντων τὴν ἐπισκοπὴν καὶ εἰσερχομένων ἀφυλάκτως ἐπὶ τὰ τοιαῦτα. Οἷον ἀφυλάκτως λεκτέον εἰσέρχεσθαι εἰς τὰ ἅγια τῆς ἐκκλησίας, εἰ μετὰ μίξιν ἀδιαφόρως τις ἔχων πρὸς τὴν ἐν αὐτῷ ἀκαθαρσίαν ἐπιδῴη ἑαυτὸν ἐπεύχεσθαι τῷ τῆς εὐχαριστίας ἄρτῳ. Βεβηλοῖ γὰρ ὁ τοιοῦτος τὰ ἅγια καὶ ποιεῖ φυρμόν. Οὐαὶ ἐπὶ οὐαί. Πρῶτον μὲν οὐαὶ ἐν τῷ βίῳ τούτῳ κατ' αὐτὸ τὸ εἶναι αὐτὸν μοχθηρὸν, καὶ ἀσεβεῖν, καὶ μὴ ἔχειν τὴν ἐπισκοπὴν τοῦ Θεοῦ· δεύτερον δὲ οὐαὶ κατὰ τὰς μετὰ τὸν βίον τοῦτον κολάσεις. Ἀγγελία δὲ ἐπὶ ἀγγελίαν ἔσται, ἴσως τὸ μετὰ τοὺς προφήτας πολλὰ περὶ τῆς αἰωνίου κολάσεως ἀπειλήσαντας εὐαγ γελικὸν κήρυγμα τηλαυγῶς τὰ περὶ γεέννης καὶ τῶν ἄλλων ἀτελευτήτων βασάνων διεξιόν. Καὶ ζητηθήσεται ὅρασις. Ἐπὰν, ἐντυγχάνοντες τοῖς προφητικοῖς λόγοις καὶ τοῖς νομίμοις μυστηρίοις, μὴ βλέπωμεν τίνες αἱ τῶν προφητῶν ὁράσεις καὶ τί τοῦ νόμου τὸ βούλημα, τῷ καὶ τοὺς αὐχοῦντας τὴν τοῦ Θεοῦ ἱερωσύνην οὐ μόνον παρανομεῖν, ἀλλὰ καὶ ἀπολλύναι τὸν ἀληθῆ τοῦ νόμου νοῦν, τότε πληρωθή σεται τὸ Ζητηθήσεται ὅρασις ἐκ προφήτου. Ἀλλὰ φθάσαι δεῖ ἐπὶ τὸ εὑρεῖν τὴν ζητουμένην ὅρασιν ἐκ τοῦ προφήτου. Εἰ δὲ καὶ ἐξ ἱερέως ἀπώλετό ποτε νόμος, ζητεῖ πως εὑρεῖν διά τε τοῦ νοεῖν καὶ ποιεῖν ὁ ἱερεὺς τὸν νόμον, ἵνα καὶ ἄλλους χειραγωγήσῃ ἐπὶ τῇ