1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

9

50 Ἄλλο Ὦ σταυρέ, φῶς μου, λάμπε μοι παντὶ χρόνῳ πόρρω διώκων τῆς ψυχῆς μου τὸ

σκότος.

51 Ἄλλο Οὗτος πεπηγὼς ἐν τόπῳ τοῦ Γολγοθᾶ ἤνθησε κόσμῳ ζωτικὴν εὐκαρπίαν.

52 Ἄλλο

Ἐν τῷδε χεῖρας ἐξαπλοῦς ὁ Παντάναξ ἤγειρε κόσμον ἐκ βαράθρου

πταισμάτων.

53 Ἄλλο Χαίροις, τρόπαιον τῆς ἄνω παντευχίας· ἐν σοὶ τέτραπται πᾶσα δαιμόνων

φάλαγξ.

54 Ἄλλο Χαίροις, τρισευλόγητον ἄχραντον ξύλον· ἐν σοὶ πέπαυται τῆς ἀρᾶς ἡ

θνητότης.

55 Ἄλλο Χαίροις, μοναστῶν παντέλαφρον φορτίον· ἐν σοὶ γὰρ αὐτοῖς κοῦφος ὁ

Χριστοῦ δρόμος.

56 Ἄλλο Χαίροις, φυλακτὴρ οὗ παρεδρεύεις τόπου· σκέποις ἀσινῶς τοὺς μένοντας

ἐνθάδε.

57 Ἄλλο

Τυπῶν μέ τις, καὶ μόνον ἔμπου δακτύλῳ, εὐθὺς τὸν ἐχθραίνοντα δαίμονα στρέφει.

58 Ἐπιγράμματα μονόστιχα εἰς σταυρούσ

Σταυρὸς βλεπόντων ἀστραπηφόρον σέλας. Σταυρὸς μοναστῶν εὔδρομος

σωτηρία. Σταυρὸς φιλούντων ἐνθέως πορνοκτόνος. Σταυρὸς κλαόντων ἐξαλείπτωρ πταισμάτων. Σταυρὸς φιλάγνων ἀσφαλέστατος φύλαξ.

59 Ἄλλο