1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

10

τὴν ἀνάστασιν. 84.t πδ ὅτι ἐροῦσιν ὅτι ἐκλάπη- 84.1 Ιωνας λέγει· Φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεον αὐτῶν ἐγκατέλιπον. 84.2 Καὶ Ησαϊας λέγει· Ἀλλὰ λέγετε ἡμῖν καὶ ἀπαγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν. 85.t πε ὅτι νεκροὶ ἀναστήσονται- 85.1 Ωσηε λέγει· Ὀρθριοῦσι πρός με λέγοντες· πορευθῶμεν καὶ ἐπιστρέψωμεν πρὸς Κύριον, ὅτι αὐτὸς πέπαικε καὶ ἰάσεται ἡμᾶς, πατάξει καὶ ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, καὶ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα ἐναντίον αὐτοῦ. 85.2 Καὶ Ησαϊας λέγει· Ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφραντήσονται οἱ ἐν τῇ γῇ. 85.3 Καὶ Ζαχαριας λέγει· Καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ. 85.4 Καὶ πάλιν Ωσηε λέγει· Ἐκ χειρὸς Ἅδου ῥύσομαι αὐτοὺς, καὶ ἐκ θανάτου λυτρώσομαι αὐτούς· ποῦ ἡ δίκη σου θάνατε; ποῦ τὸ κέντρον σου Ἅδη; 85.5 Καὶ Ιεζεκιηλ λέγει· Τάδε λέγει Κύριος· ἀνοίγω τὰ μνήματα ὑμῶν καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ Ισραηλ, καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος ἐν τῷ ἀνοιξαί με τοὺς τάφους ὑμῶν τοῦ ἀναγαγεῖν με ὑμᾶς ἐκ τῶν τάφων ὑμῶν λαός μου· καὶ δώσω πνεῦμα εἰς ὑμᾶς, καὶ ζήσεσθε. 86.t π ὅτι εἰς οὐρανοὺς ἀνελεύσεται- 86.1 ∆αυιδ ἐν τῷ μ ψαλμῷ λέγει· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. 86.2 Καὶ Αμως λέγει· Ὁ οἰκοδομῶν εἰς οὐρανὸν τὴν ἐπίβασιν αὐτοῦ. 87.t πζ ὅτι αὐτὸς ἦν ὁ κηρύξας- 87.1 Ησαϊας λέγει· Πνεῦμα Κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν Κυρίῳ δεκτὸν καὶ ἡμέραν ἀνταποδώσεως τῷ Θεῷ ἡμῶν. 87.2 Καὶ πάλιν· Γνώσεται ὁ λαός μου τὸ ὄνομά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν· πάρειμι ὡς ὡραῖος ἐπὶ τῶν ὡραίων, ὡς εὐαγγελιζόμενος ἀκοὴν εἰρήνης, ἀκουστὴν ποίων τὴν σωτηρίαν σου. 88.t πη ὅτι ἐν πάσῃ τῇ γῇ τὸ ὄνομα αὐτοῦ- 88.1 Ζαχαριας λέγει· Καὶ ἔσται ὅσοι ἐὰν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων ἐπὶ Ιερουσαλημ, ἀναβήσονται κατ' ἐνιαυτὸν προσκυνῆσαι Κυρίῳ παντοκράτορι. 88.2 Καὶ Ιεζεκιηλ λέγει· Καθαριῶ ὑμᾶς, καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν. 88.3 Καὶ πάλιν· ∆ώσω αὐτοῖς καρδίαν ἑτέραν καὶ πνεῦμα καινὸν δώσω αὐτοῖς. 88.4 Καὶ ∆αυιδ ἐν τῷ ιη ψαλμῷ λέγει· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. 88.5 Καὶ Ιερεμιας λέγει· ∆ώσω αὐτοῖς ὁδὸν ἑτέραν καὶ καρδίαν ἑτέραν τοῦ φόβεισθαί με πάσας τὰς ἡμέρας. 89.t πθ ὅτι ἐκ δεξιῶν τοῦ Πατρὸς οὐκ ἀφ' οὗ ἀνῆλθεν ἐκάθισεν, ἀλλὰ καὶ πρὸ τούτου- 89.1 Ησαϊας λέγει· Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. 89.2 Καὶ ∆αυιδ ἐν τῷ β λέγει· Ἕτοιμος ὁ θρόνος σου, Κύριε, καὶ ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. 89.3 Καὶ πάλιν ἐν τῷ ρθ λέγει· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 89.4 Καὶ Ησαϊας λέγει· Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. 90.t ὅτι κληθησόμεθα Χριστιανοί- 90.1 Ησαϊας λέγει· Ὄψονται ἔθνη τὴν δόξαν σου καὶ πάντες οἱ βασιλεῖς τὴν δικαιοσύνην σου, καὶ καλέσει σε τὸ ὄνομα τὸ καινόν, ὃ ὁ Κύριος ὀνομάσει αὐτῷ. 90.2 Καὶ πάλιν· Τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινόν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς. 91.t α ὅτι καὶ ἡ ἐπὶ τοῦ μετώπου σημείωσις προκατηγγέλετο- 91.1 ∆αυιδ ἐν τῷ νθ ψαλμῷ λέγει· Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου. 91.2 Καὶ Ησαϊας λέγει· Φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον μαθεῖν. 91.3 Καὶ Ιεζεκιηλ λέγει· Εἶπε Κύριος πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὸν ποδήρη, δὸς τὴν σημείωσιν ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων καὶ κατωδυνωμένων ἐπὶ πάσαις ταῖς ἀδικίαις, καὶ διέλθετε μέσην τὴν Ιερουσαλημ· καὶ κόπτετε καὶ μὴ φείσησθε καὶ μὴ ἐλεήσητε· πρεσβύτερον καὶ νεανίσκον καὶ γυναῖκας, νήπια θηλάζοντα πάντας ἐξαλείψατε· ἐπὶ δὲ πάντας ἐφ' οὕς ἐστι τὸ σημεῖόν μου μὴ ἐγγίσητε. 92.t β ὅτι τὸ ἐν τῷ Χριστῷ βάπτισμα προκατηγγέλετο- 92.1 Ησαϊας λέγει· Λούσασθε, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν