1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

10

ἐννοῶν τῶν κλήσεων, καὶ καθ' ὅσων ὀνομάτων ἀναισχυντοῦσιν οἱ τῷ πνεύματι ἀντιπίπτοντες. πνεῦμα θεοῦ λέγεται, πνεῦμα Χριστοῦ, νοῦς Χριστοῦ, πνεῦμα κυρίου, αὐτὸ κύριος· πνεῦμα υἱοθεσίας, ἀληθείας, ἐλευθερίας· πνεῦμα σοφίας, συνέσεως, βουλῆς, ἰσχύος, γνώσεως, εὐσεβείας, φοβοῦ θεοῦ· καὶ γὰρ ποιητικὸν τούτων ἁπάντων· πάντα τῇ οὐσίᾳ πληροῦν, πάντα συνέχον· πληρωτικὸν κόσμου κατὰ τὴν οὐσίαν, ἀχώρητον κόσμῳ κατὰ τὴν δύναμιν· ἀγαθόν, εὐθές, ἡγεμονικόν, φύσει οὐ θέσει· ἁγιάζον, οὐχ ἁγιαζόμενον, μετροῦν, οὐ μετρούμενον. μετεχόμενον, οὐ μετέχον, πληροῦν, οὐ πληρού μενον, συνέχον, οὐ συνεχόμενον· κληρονομούμενον, δοξαζό μενον, συναριθμούμενον, ἐπαπειλούμενον· δάκτυλος θεοῦ, πῦρ ὡς θεός, εἰς ἔμφασιν, οἶμαι, τοῦ ὁμοουσίου· πνεῦμα τὸ ποιῆ σαν, τὸ ἀνακτίζον διὰ βαπτίσματος, δι' ἀναστάσεως· πνεῦμα τὸ γινῶσκον ἅπαντα, τὸ διδάσκον, τὸ πνέον ὅπου θέλει καὶ ὅσον, ὁδηγοῦν, λαλοῦν, ἀποστέλλον, ἀφορίζον, παροξυνό μενον, πειραζόμενον· ἀποκαλυπτικόν, φωτιστικόν, ζωτικόν, μᾶλλον δὲ αὐτοφῶς καὶ ζωή· ναοποιοῦν, θεοποιοῦν, τελειοῦν, ὥστε καὶ προλαμβάνειν τὸ βάπτισμα, καὶ ἐπιζητεῖσθαι μετὰ τὸ βάπτισμα· ἐνεργοῦν ὅσα θεός, μεριζόμενον ἐν γλώσσαις πυρί ναις, διαιροῦν χαρίσματα, ποιοῦν ἀποστόλους, προφήτας, εὐαγ γελιστάς, ποιμένας, καὶ διδασκάλους· νοερόν, πολυμερές, σαφές, τρανόν, ἀκώλυτον, ἀμόλυντον· ὅπερ ἴσον δύναται τὸ σοφώτατον καὶ πολύτροπον ταῖς ἐνεργείαις, καὶ σαφηνιστικὸν πάντων, καὶ τρανωτικόν, καὶ αὐτεξούσιον, καὶ ἀναλλοίωτον· παντοδύναμον, παν τεπίσκοπον, διὰ πάντων χωροῦν πνευμάτων νοερῶν, καθαρῶν, λεπτοτάτων, ἀγγελικῶν, οἶμαι, δυνάμεων, ὥσπερ καὶ προφητικῶν καὶ ἀποστολικῶν, κατὰ ταὐτόν, καὶ οὐκ ἐν τοῖς αὐτοῖς τόποις. ἄλλων δὲ ἀλλαχοῦ νενεμημένων, ᾧ δηλοῦται τὸ ἀπερίγραπτον.

30 Οἱ ταῦτα λέγοντες καὶ διδάσκοντες, καὶ πρός γε ἄλλον παρά κλητον, οἷον ἄλλον θεόν, ὀνομάζοντες, οἱ τὴν εἰς αὐτὸν βλασφη μίαν μόνην εἰδότες ἀσυγχώρητον, οἱ τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν οὕτω φοβερῶς στηλιτεύσαντες, ἐπειδὴ ἐψεύσαντο τὸ πνεῦμα τὸ ἅγιον, ὡς θεὸν ψευσαμένους, οὐκ ἄνθρωπον· οὗτοι τί σοι δοκοῦσι, πότερον θεὸν τὸ πνεῦμα κηρύσσειν, ἢ ἄλλο τι; ὡς λίαν ὄντως παχύς τις εἶ, καὶ πόρρω τοῦ πνεύματος, εἰ τοῦτο ἀπορεῖς, καὶ δέῃ τοῦ διδάξοντος. αἱ μὲν οὖν κλήσεις τοσαῦται καὶ οὕτως ἔμψυχοι. τί γὰρ δεῖ σοι τὰς ἐπὶ τῶν ῥημάτων μαρτυρίας παρατίθεσθαι; ὅσα δὲ κἀνταῦθα λέγεται ταπεινότερον, τὸ δίδοσθαι, τὸ ἀποστέλλεσθαι, τὸ μερίζεσθαι, τὸ χάρισμα, τὸ δώρημα, τὸ ἐμφύσημα, ἡ ἐπαγ γελία, ἡ ὑπερέντευξις, εἴτε τι ἄλλο τοιοῦτον, ἵνα μὴ καθ' ἕκαστον λέγω, ἐπὶ τὴν πρώτην αἰτίαν ἀνενεκτέον, ἵνα τὸ ἐξ οὗ δειχθῇ, καὶ μὴ τρεῖς ἀρχαὶ μεμερισμέναι πολυθέως παραδεχθώσιν. ἴσον γὰρ εἰς ἀσέβειαν, καὶ Σαβελλίως συνάψαι, καὶ Ἀρειανῶς διαστῆσαι, τὸ μὲν τῷ προσώπῳ, τὸ δὲ ταῖς φύσεσιν.

31 Ὡς ἔγωγε πολλὰ διασκεψάμενος πρὸς ἐμαυτὸν τῇ φιλοπραγ μοσύνῃ τοῦ νοῦ, καὶ πανταχόθεν τὸν λόγον εὐθύνας, καὶ ζητῶν εἰκόνα τινὰ τοῦ τοσούτου πράγματος, οὐκ ἔσχον ᾧ τινὶ χρὴ τῶν κάτω τὴν θείαν φύσιν παραβαλεῖν. κἂν γὰρ μικρά τις ὁμοίωσις εὑρεθῇ, φεύγει με τὸ πλέον, ἀφὲν κάτω μετὰ τοῦ ὑποδείγματος. ὀφθαλμόν τινα, καὶ πηγήν, καὶ ποταμὸν ἐνενόησα, καὶ γὰρ καὶ ἄλλοι, μὴ τῷ μὲν ὁ πατήρ, τῇ δὲ ὁ υἱός, τῷ δὲ τὸ πνεῦμα τὸ ἅγιον ἀναλόγως ἔχῃ. ταῦτα γὰρ οὔτε χρόνῳ διέστηκεν, οὔτε ἀλλήλων ἀπέρρηκται τῇ συνεχείᾳ· κἂν δοκεῖ πως τρισὶν ἰδιότησι τέμνεσθαι. ἀλλ' ἔδεισα, πρῶτον μὲν ῥύσιν τινὰ θεότητος παραδέξασθαι στάσιν οὐκ ἔχουσαν· δεύτερον δὲ μὴ τὸ ἓν τῷ ἀριθμῷ διὰ τῆς εἰκασίας ταύτης εἰσάγηται. ὀφθαλμὸς γάρ, καὶ πηγή, καὶ ποταμὸς ἕν ἐστιν ἀριθμῷ, διαφόρως σχηματιζόνεμα.

32 Πάλιν ἥλιον ἐνεθυμήθην, καὶ ἀκτῖνα, καὶ φῶς. ἀλλὰ κἀνταῦθα δέος, πρῶτον μὲν μὴ σύνθεσίς τις ἐπινοῆται τῆς ἀσυνθέτου φύσεως, ὥσπερ ἡλίου καὶ τῶν