10
διὰ τοῦ βαπτίσματος, καὶ μετὰ ταῦτα ἐβίου καθαρῶς, οὕτως ὡς μηδὲν ἑαυτῷ συνειδέναι, καὶ οὐκ εἶχεν ὑπὲρ ὧν στενάξειεν ἁμαρτημάτων, τῶν πρὸ τοῦ βαπτίσματος ἐξηλειμμένων ἐμέμνητο λέγων, ὅτι Ὁ Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· καὶ πάλιν, Πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν, τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· καθ' ὑπερβολὴν γὰρ ἐδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτήν· καὶ πάλιν, Οὐκ εἰμὶ ἄξιος καλεῖσθαι ἀπόστολος. Εἰ γὰρ καὶ ἀνευθύνους ἡμᾶς ἀφίησιν ἐκεῖνα τὰ ἁμαρτήματα· ἀλλ' ὅμως ἐστὶν ἱκανὰ ψυχὴν ἐντρέψαι, καὶ πεῖσαι σφοδρῶς ἀγαπᾷν τὸν Θεόν. Καὶ γὰρ ἐρωτηθεὶς ὁ Σίμων ὑπὸ τοῦ Κυρίου, τίς τῶν δύο χρεωφειλετῶν τὸν δεδανεικότα ἀγαπήσει πλέον, καὶ εἰπὼν, ὅτι Νομίζω, ᾧ τὸ πλέον ἐχαρίσατο, ἤκουσεν· Ὀρθῶς ἔκρινας.
ζʹ. Ὅταν γὰρ ἐννοήσωμεν τὸ πλῆθος τῶν παρελθόντων ἁμαρτημάτων, τότε εἰσόμεθα τῆς τοῦ Θεοῦ χάριτος τὴν ὑπερβολὴν, τότε κάτω νεύσομεν, τότε συσταλησόμεθα. Ὅσῳ γὰρ μειζόνων ἐσμὲν ὑπεύθυνοι πλημμελημάτων, τοσούτῳ μᾶλλον ἐντραπησόμεθα. Παῦλος μὲν οὖν κἀκείνων ἐμέμνητο· ἡμεῖς δὲ οὐδὲ τὰ μετὰ τὸ βάπτισμα ἀναμνησθῆναι βουλόμεθα, τὰ κίνδυνον ἔχοντα, καὶ τῆς ἐπ' αὐτοῖς ἐξετάσεως ὑπευθύνους ἡμᾶς καθιστῶντα, ἀλλὰ κἂν εἰς ἔννοιαν τοιούτου τινός ποτε ἐμπέσωμεν, εὐθέως ἀπεπηδήσαμεν, οὐδὲ τὸ πρὸς βραχὺ τῇ μνήμῃ λυπῆσαι βουλόμενοι τὴν ψυχήν. Τοιγάρτοι μυρία ἀπὸ ταύτης τῆς ἀνωφελοῦς χάριτος ἡμῖν τίκτεται τὰ κακά. Οὕτω γὰρ ἀναλγήτως ἔχοντες καὶ μαλακῶς, οὔτε ὑπὲρ τῶν πρότερον ἐξομολογήσασθαι δυνάμεθα, πῶς γὰρ, ὧν οὐδὲ τὴν μνήμην ἀνέχεσθαι ἐθίζομεν ἑαυτούς; καὶ πρὸς τὰ μέλλοντα προχείρως καταφερόμεθα. Ἀγαπητὸν γὰρ τῆς μνήμης ἐκείνης ἐνακμαζούσης ἡμῖν ἀεὶ, καὶ τοῦ φόβου κατασείοντος τὴν διάνοιαν, δυνηθῆναι τὸ χαῦνον αὐτῆς καὶ διακεχυμένον ἐξελεῖν· εἰ δὲ καὶ τοῦτον ἀφέλοις τὸν χαλινὸν, τίς αὐτὴν καθέξει λοιπὸν ἀδεῶς κατὰ 47.422 κρημνῶν φερομένην, καὶ εἰς τὰ τῆς ἀπωλείας ἐμπίπτουσαν βάραθρα; ∆ιὰ ταῦτα ὁ δίκαιος ἐκεῖνος τὴν μέλλουσαν ὑπέγραφε κόλασιν· διὰ ταῦτα ἐθρήνει, διὰ ταῦτα ἔστενε, ταῦτα ἐκ περιουσίας ποιῶν. Τοῖς μὲν μεγάλοις ὑμῖν ἀρκεῖ πρὸς τὸ κατανυγῆναι τὸ τῶν εὐεργεσιῶν ἀναμνησθῆναι τοῦ Θεοῦ, τὸ μὴ μεμνῆσθαι τῶν οἰκείων κατορθωμάτων, τὸ μετὰ πολλῆς ἀκριβείας ἐξετάζειν εἴ πού τι καὶ μικρὸν ὑμῖν τύχοι πλημμεληθὲν, τὸ πρὸς τοὺς μεγάλους ἄνδρας ὁρᾷν καὶ σφόδρα εὐηρεστηκότας Θεῷ, τὸ μετὰ ταῦτα ἅπαντα ἐννοεῖν τὸ τοῦ μέλλοντος ἄδηλον, τὸ πρὸς τὴν κατάπτωσιν καὶ τὴν ἁμαρτίαν ὀξύῤῥοπον, ὅπερ καὶ ὁ Παῦλος ἐδεδοίκει· διὸ καὶ ἔλεγε· Φοβοῦμαι μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι· καὶ τὸ, Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ. Οὕτω καὶ ὁ ∆αυῒδ ταῦτα πάντα ἔστρεφε παρ' ἑαυτῷ· τὰς μὲν γὰρ εὐεργεσίας τοῦ Θεοῦ λογιζόμενος, ἔλεγε· Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ· ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν. Τῶν δὲ κατορθωμάτων οὕτως ἐπελέληστο τῶν αὑτοῦ, ὡς μετὰ τὴν μυρίαν φιλοσοφίαν ἐκείνην εἰπεῖν· Τίς εἰμι ἐγὼ, Κύριέ μου, Κύριε, καὶ τίς ὁ οἶκος τοῦ πατρός μου, ὅτι ἠγάπησάς με ἕως τούτων; καὶ κατεσμίκρυνται ταῦτα ἐνώπιόν σου, Κύριέ μου, καὶ ἐλάλησας ὑπὲρ τοῦ οἴκου τοῦ δούλου σου εἰς μακράν. Οὗτος δὲ ὁ νόμος τοῦ ἀνθρώπου, Κύριέ μου, Κύριε, πρὸς σέ. Καὶ τί προσθήσει ∆αυῒδ ἔτι τοῦ λαλῆσαι πρὸς σέ; Καὶ τῶν προγόνων συνεχῶς τὴν ἀρετὴν ἐννοῶν, τὸ μηδὲν πρὸς ἐκείνους ἑαυτὸν ἐξετάζων εἶναι ἐνόμιζε. Μετὰ γὰρ τὸ εἰπεῖν, Ἐπὶ σοὶ ἤλπισαν