1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

10

σκότους δείματα, τὰ ταῖς ἡμετέραις ἐγγινόμενα ψυχαῖς; ὥσπερ γὰρ οὐκ ἔστιν ἀναλωτικὸν ἐκεῖνο τὸ πῦρ, οὕτως οὐδὲ φωτιστικόν· οὐδὲ γὰρ ἂν σκότος ἦν. Τὸν τοίνυν τοιοῦτον ἀπὸ τούτου θόρυβον ἐγγινόμενον ἡμῖν καὶ τὸν τρόμον καὶ τὴν παράλυσιν καὶ τὴν ἔκστασιν τὴν πολλὴν ἐκεῖνος σαφῶς παραστῆσαι μόνος ὁ καιρὸς ἱκανός. Πολλὰ γὰρ καὶ ποικίλα ἐκεῖ τὰ βασανιστήρια, καὶ νιφάδες πανταχόθεν κολάσεων ἐπάγονται τῇ ψυχῇ. Εἰ δὲ λέγοι τις· καὶ πῶς ἀρκέσαι δύναιτ' ἂν πρὸς τοσοῦτον πλῆθος τιμωριῶν καὶ ἀτελευτήτους αἰῶνας διαμεῖναι κολαζομένη ἡ σάρξ; ἐννοησάτω τὰ ἐνταῦθα γινόμενα, πῶς πολλοὶ πολλάκις πρὸς νόσον μακρὰν καὶ χαλεπὴν ἤρκεσαν, εἰ δὲ καὶ ἐτελεύτησαν οὐ τῆς ψυχῆς ἀναλωθείσης ἀλλὰ τοῦ σώματος ἀπαγορεύσαντος ὡς εἴ γε ἐκεῖνο μὴ ἐνεδίδου, οὐκ ἂν ἐπαύσατο βασανιζομένη ἡ ψυχή. Ὅταν οὖν ἄφθαρτον τοῦτο λάβῃ καὶ ἀνάλωτον, οὐδὲν τὸ κωλύον εἰς ἄπειρον ἐκταθῆναι τὴν κόλασιν. Ἐνταῦθα μὲν γὰρ οὐκ ἔστιν ὁμοῦ ταῦτα συνελθεῖν, σφοδρότητα λέγω κολάσεων καὶ παραμονήν, ἀλλὰ θάτερον θατέρῳ μάχεται διὰ τὸ τὴν τοῦ σώματος φύσιν οὖσαν φθαρτὴν μὴ φέρειν ἀμφοτέρων τὴν σύνοδον· τῆς ἀφθαρσίας δὲ ἐπεισελθούσης λοιπὸν καὶ τῆς μάχης ταύτης διάλυσις γένοιτ' ἂν καὶ μετὰ πολλῆς ἡμᾶς τῆς ἐξουσίας εἰς ἄπειρον ἀμφότερα καθέξει τὰ δεινά. Μὴ τοίνυν ὡς τῆς ὑπερβολῆς τῶν βασανιστηρίων ἀναλισκούσης ἡμῶν τὴν ψυχήν, οὕτω διατεθῶμεν νῦν· οὐδὲ γὰρ τὸ σῶμα δυνήσεται τοῦτο ἐν ἐκείνῳ παθεῖν τῷ καιρῷ, ἀλλὰ μενεῖ μετὰ τῆς ψηχῆς αἰωνίως κολαζόμενον, καὶ πέρας ἕτερον ἔσται οὐδέν. Πόσην οὖν βούλει τρυφὴν καὶ πόσην χλιδὴν ἀντιθεῖναι τῇ κολάσει ταύτῃ καὶ τῇ τιμωρίᾳ; βούλει χρόνον ἐτῶν ἑκατὸν καὶ δὶς τοσοῦτον; Καὶ τί τοῦτο πρὸς τοὺς ἀτελευτήτους αἰῶνας; Ὅπερ γὰρ ὄναρ ἡμέρας μιᾶς ἐν τῷ βίῳ παντί, τοῦτο ἡ τῶν ἐνθάδε ἀπόλαυσις πρὸς τὴν τῶν μελλόντων κατάστασιν. Ἔστιν οὖν ἆρα ὅστις ὑπὲρ τοῦ χρηστὸν ὄναρ ἰδεῖν, διὰ παντὸς κολάζεσθαι ἕλοιτ' ἄν; Καὶ τίς οὕτως ἀνόητος ὡς ἐπὶ ταύτην ἐλθεῖν τὴν ἀντίδοσιν; Οὔπω γὰρ διαβάλλω τὴν τρυφήν, οὐδὲ τὴν ἐν αὐτῇ κειμένην πικρίαν ἀποκαλύπτω νῦν· οὐ γὰρ οὗτος τῶν λόγων τούτων ὁ καιρός, ἀλλ' ὅταν αὐτὴν ἐκφυγεῖν δυνηθῇς. Νῦν μὲν γὰρ ἐνεχόμενος τῷ πάθει, καὶ ληρεῖν ἡμᾶς ὑποπτεύσεις, εἰ τὴν ἡδονὴν ἀποκαλοίημεν πικράν· ὅταν δὲ ἀπαλλαγῇς τῇ τοῦ θεοῦ χάριτι τοῦ νοσήματος, τότε εἴσῃ καὶ τὴν κακίαν αὐτοῦ καλῶς. ∆ιὸ τούτους ἐν ἑτέρῳ τοὺς λόγους καιρῷ ταμιευσάμενοι, ἐκεῖνο ἐροῦμεν νῦν. Ἔστω εἶναι τρυφὴν τὴν τρυφὴν καὶ ἡδονὴν τὴν ἡδονὴν καὶ μηδὲν ἔχειν ἀνιαρὸν μηδ' ἐπονείδιστον, τί πρὸς τὴν ἀποκειμένην κόλασιν ἐροῦμεν; Τί δαὶ τότε πράξομεν, ἡσθέντες μὲν ὡς ἐν σκιᾷ καὶ εἰκόνι νῦν, ἔργῳ δὲ τὴν βάσανον αἰωνίαν τίνοντες ἐκεῖ, καὶ ταῦτα ἐξὸν ἐν βραχεῖ χρόνῳ τά τε εἰρημένα στρεβλωτήρια διαφυγεῖν καὶ τῶν ἀποκειμένων ἀπολαῦσαι καλῶν; Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ θεοῦ φιλανθρωπίας ἔργον ἐστίν, τὸ μὴ εἰς μῆκος ἡμῖν ἐκταθῆναι τοὺς ἀγῶνας μακρόν, ἀλλ' ἐν βραχεῖ καὶ ἐν ἀκαριαίῳ καὶ ὀφθαλμοῦ ῥιπῇ, τοῦτο γὰρ ἡ παροῦσα ζωὴ πρὸς ἐκείνην, ἀγωνισαμένους ἐν τοῖς ἀπείροις στεφανωθῆναι αἰῶσιν. Οὐχ ὡς ἔτυχεν δὲ καὶ τοῦτο τότε τὰς τῶν κολαζομένων ἀνιάσει ψυχάς, ὅταν ἐννοήσωσιν ὅτι, παρὸν ἐν ταῖς ὀλίγαις ἡμέραις ταύταις κατορθῶσαι τὸ πᾶν, ἀμελήσαντες τοῖς ἀθανάτοις παρέδωκαν ἑαυτοὺς κακοῖς. Ἅπερ ἵνα μὴ πάθωμεν, διαναστῶμεν «ἕως καιρὸς εὐπρόσδεκτος, ἕως ἡμέρα σωτηρίας», ἕως πολλὴ τῆς μετανοίας ἰσχύς. Οὐδὲ γὰρ τὰ εἰρημένα ἡμᾶς μόνα ἐκδέξεται ἐν τῇ γεέννῃ ῥᾳθυμήσαντας κακά, ἀλλὰ καὶ ἕτερα, πολλῷ τούτων χαλεπώτερα. Ταῦτα μὲν γὰρ ἐν τῇ γεέννῃ καὶ τούτων πικρότερα, ἡ γὰρ τῶν ἀποκειμένων ἀγαθῶν ἀπόπτωσις τοσαύτην ἔχει τὴν ὀδύνην, τοσαύτην τὴν θλίψιν καὶ τὴν στενοχωρίαν ὡς, εἰ καὶ μηδεμία τιμωρία τοῖς ἐνταῦθα ἁμαρτάνουσιν ἔκειτο, αὐτὴν καθ' ἑαυτὴν ἀρκέσαι καὶ τῶν ἐν τῇ γεέννῃ βασανιστηρίων πικρότερον δακεῖν καὶ συνταράξαι τὰς ἡμετέρας ψυχάς.