περισσοτέρου τῶν ἀπηριθμημένων κακῶν διὰ τῆς τοιαύτης ἀποταγῆς κρίματος, τόν τε ἀσκητὴν ἀπήλλαξεν ἂν ὁμοῦ τῇ ἀδελφότητι κόπου καὶ πλημμελημάτων πλειόνων. 53.12 ἀλλὰ σύ γε, ὦ ἀθλητὰ εὐσεβείας καὶ ἀσκητά, εἰ βούλοιο ταύτην διαπλεῦσαι τὴν μεγάλην καὶ εὐρύχωρον θάλασσαν, διὰ τὸ ἀχανὲς ἐν μέσῳ καὶ ἄφατον πέλαγος, προκόψας ἀπὸ γῆς ἤδη καλῶς καὶ τῆς ὕλης ἀποσπάσας τὴν ναῦν, μὴ πάλιν εἰς γῆν ὁδηγοῦ, ζητῶν ἐπιστρέ φειν, ἀλλὰ πρὸς οὐρανὸν ἀτενὲς ἔχε τὸ ὄμμα. εὑρήσεις γὰρ ἀστέρας εἰς ὃν ἐγώ σέ φημι οὐρανὸν ἀφορᾶν, ὧν τὰ ὀνόματα καὶ τὸν ἀριθμὸν ὁ οὐράνιος ἐπίσταται κυβερνήτης. εὑρήσεις ἐν αὐτῷ τοὺς φωστῆρας ἅπαν τας, πατέρας, πατριάρχας, προφήτας, ἀποστόλους, καὶ μάρτυρας, φωστῆρας ἀληθῶς ἀπλανεῖς, τὴν ἀφεγγῆ τοῦ βίου καταυγάζοντας νύκτα· πρὸς οὓς ἀποβλέπων ἀσφαλῶς ὁδηγήσεις τὴν τῆς εὐσεβείας ναῦν ἐπὶ λιμένα τῆς ἀναπαύσεως, Ἱερουσαλὴμ τὴν ἐπουράνιον, πάντα καταλελοιπὼς κατὰ μίμησιν αὐτῶν, καὶ πρὸς μηδὲν αὐτῶν ἐπιστρεφό μενος. 53.13 οἱ γὰρ ἐνδιατρίβοντες τοῖς χείροσι πλείους, σπάνιοι δὲ οἱ τῆς εὐσεβείας ἐργάται. σοῦ δὲ ἡ τῆς ἐπιπόνου ἀποταγῆς πρόθεσις οὐχὶ μετὰ τῶν πολλῶν γέγονε τῆς πλατείας, ἀλλὰ τῶν διὰ τῆς στενῆς καὶ τεθλιμμένης εἰς τὴν αἰώνιον ζωὴν εἰσελθεῖν βιαζομένων, καὶ ὀφείλεις ἄληστον ἔχειν ἐν τῷ νῷ τὸ ἐπάγγελμα, καὶ οὕτω δυνήσῃ πάσας τὰς θλίψεις φέρειν γενναίως. οὐ γὰρ οἱ τυχόντες, ἀλλὰ γενναῖοι καὶ ἕτοιμοι τῷ θελήματι τοῦ θεοῦ ὑπακούειν, τὴν στενὴν διαπορεύονται, καὶ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἀδιάλειπτον ἔχουσι πόλεμον, οἵτινες δικαίως τὴν βασιλείαν κληρονομοῦσιν ὡς ἐκλεκτοὶ στρατιῶται τοῦ θεοῦ. 53.14 καὶ ἑτέρως δὲ ὁ τοῦ θεοῦ θεράπων Μωυσῆς αἰνιττόμενος τὰ διχηλοῦντα καὶ μηρυκώμενα τετράποδα καθαρὰ ἔλεγεν εἶναι τὰ δὲ μὴ οὕτως ἔχοντα ἀκάθαρτα· ὅτι οὐ χρὴ ἑνὶ λογισμῷ ἀδιακρίτως ἀκολου θεῖν τὸν τοῦ θεοῦ ἄνθρωπον συνδιαζῶντα καὶ συνηδόμενον τῷ τῆς κακίας συνόντι πονηρῷ λογισμῷ, ἀλλ' ἑκάστοτε διακρίνοντα ἑαυτὸν διὰ τοῦ λόγου ἀκριβῶς ἔχειν τῆς φύσεως τὸν ἴδιον λογισμὸν ἀνταγωνιστὴν τῶν πονηρῶν τῆς κακίας ἐπιτηδευμάτων, καὶ ἀναμηρυκᾶσθαι καὶ ἐμμελε τᾶν καὶ γυμνάζειν τὸν νοῦν εἰς τὰ πιστὰ τῶν ἐντολῶν τοῦ θεοῦ λόγια, ὅπως ἀεὶ ἐν τούτοις ὁ ἀνταγωνιστὴς καὶ εὐσεβὴς λογισμὸς ἐνδιαιτώμενος δυναμωθῇ κατὰ τῆς συνούσης κακίας, ἕως οὗ ἐνδύσηται τὴν ἐξ ὕψους δύναμιν, ἥτις ἐξουσιαστικῶς τὴν συνοῦσαν πονηρίαν ἀνελοῦσα καθαρὸν τὸν τῆς καθαρᾶς φύσεως λογισμὸν ἀναδείξει. οἱ οὕτως οὖν ἀγωνιζόμενοι καὶ διακρίνοντες ἑαυτοὺς καθαροὶ παρὰ θεῷ λογίζονται, ἑκουσίων ἁμαρ τημάτων ἐκτὸς καθεστῶτες, καὶ τὸ ἑαυτῶν θέλημα, ὅση δύναμις, θεῷ μόνῳ παραστήσαντες. 53.15 ὁ γὰρ γενέσθαι βουλόμενος ἐξ ἀληθείας Χριστιανὸς τὸν πόνον καὶ τὸν ἀγῶνα οὐ σαρκικὸν ὀφείλει κεκτῆσθαι, ἀλλὰ τῷ νῷ αὐτοῖς τοῖς λογισμοῖς. τουτέστιν ἀεὶ τῇ τῶν ἀγαθῶν καὶ καθαρῶν ἐννοιῶν μελετῇ ὀφείλει ἑαυτὸν, ὅση δύναμις, ἐθίζειν, καὶ εἰς τὸ δεξιὸν μέρος τὸν νοῦν αὐτοῦ ἐκτείνειν, τὴν ἐπιφοίτησιν τοῦ πνεύματος πᾶσαν ὥραν ἐν πίστει προσ δοκῶντα, ὅπως διὰ τοῦ τοιούτου ἀγῶνος τὸν καθαρισμὸν δέξασθαι δυνηθῇ, ἵνα πᾶν ὃ βλέπει ἐν κόσμῳ εἰς οἰκοδομὴν τῆς ψυχῆς λαμβάνῃ καθαρῶς ἐννοούμενος πάντα· οἷον διὰ τοῦ πλούτου καὶ τῶν λοιπῶν τοῦ κόσμου τερπνῶν τὸν ἄνω ἐπουράνιον πλοῦτον ἀληθινὸν ἢ τρυφὴν ἢ δόξαν ἀμάραντον, ὧν εἰσι ταῦτα σκιαί. ὁ γὰρ κόσμος οὗτος, τοῦ ἀληθι νοῦ καὶ αἰωνίου εἰκὼν τυγχάνει· πᾶν οὖν ὅπερ ὁ ἄνθρωπος βλέπει ἔνδον ἐν τῇ ψυχῇ ἐπ' ὠφελείᾳ λαμβάνειν ὀφείλει, ἵνα μηδέποτε ἠρεμῇ ὁ νοῦς τῆς ἀπὸ τῶν ἀγαθῶν μελετῆς, ἐπειδὴ ταῦτα μετὰ πολλοῦ ἀγῶνος καὶ ἱδρῶτος καὶ πόνου ψυχῆς δύναται κατορθωθῆναι· τὸ δὲ πᾶν αὐτὸς ὁ θεὸς καταρτίζει ἐν ἀληθείᾳ. 53.16 τὸν γὰρ βουλόμενον διαφυγεῖν καὶ ῥυσθῆναι τοῦ πονηροῦ ἀεὶ τοὺς λογισμοὺς αὐλιστήριον καὶ καταφυγὴν εἰς τὸν κύριον δεῖ κεκτῆσθαι, καὶ