τηρήσει αὐτοῦ. Καὶ ἐπὰν δὲ μὴ ἱκανοὶ συμβου λεύειν, μηδὲ ὑπὲρ τοῦ κοινοῦ τὰ δέοντα σκοπεῖν προ καθέζωνται, λεκτέον ὅτι ἀπώλετο βουλὴ ἐκ πρεσβυ τέρων. Καὶ ὁ ἄρχων ἐνδύσεται ἀφανισμὸν, εἰ μὴ ἐν δύσεται τὸν Χριστὸν Ἰησοῦν καὶ τὸν θώρακα τῆς δι καιοσύνης καὶ τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύ νασθαι ἀντιστῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. Πᾶς γὰρ ἁμαρτάνων ἄρχων ἀφανισμὸν ἐνδύσεται· καὶ αἱ χεῖρες δὲ τοῦ λαοῦ ἐκλύονται, ὅταν ὑδαρὴς καὶ ἄτακτος καὶ ἐκλελυμένη ἔσται ἡ πολιτεία τοῦ 13.796 λαοῦ. Ἐπὰν δὲ τῇ ἰσχύϊ τοῦ Θεοῦ χρήσεται, τοῦ εἶναι λαὸς γῆς, καὶ γίνεται λαὸς οὐρανοῦ, ζητῶν τὴν βασι λείαν τῶν οὐρανῶν. Καὶ βουλὴ ἐκ πρεσβυτέρων. Οὐδὲ ἀνθρωπίνη βουλὴ ἔσται αὐτοῖς εἰς ὄνησιν, φησὶν, οὐδὲ ἕξουσί τι συμβούλευμα χρηστόν. Ὁ βασιλεὺς πενθήσει καὶ ὁ ἄρχων. Τὸ, Ὁ βασιλεὺς πενθήσει, συνήθως ἱστόρηται, τάχα διὰ τὸν Σωτῆρα οὐκ ἂν νομισθέντα πενθεῖν, οὐχ ἑρμηνευ σάντων τῶν Ἑβδομήκοντα τὸ ῥητὸν, ἢ μὴ εὑρηκότων τότε ἐν τῷ Ἑβραϊκῷ τὴν λέξιν. Οὐδὲ ἄτοπον, σωζο μένου καὶ τοῦ ῥητοῦ, πενθεῖν λέγειν καὶ τὸν βασιλέα, εἴγε ἔκλαυσεν ὁ Σωτὴρ ἐπὶ τὴν Ἱερουσαλήμ. Καὶ ἐν τοῖς κρίμασιν αὐτῶν ἐκδικήσω αὐτούς. Καὶ τοῖς κρίμασι τοῦ ἡμαρτηκότος κρίνει τὸν πταί σαντα ὁ Θεὸς, εἴπερ ἀληθὲς τὸ, Ὡς κρίνετε, κριθή σεσθε· καὶ τὸ, Ἐν ᾧ γὰρ κρίματι κρίνεις τὸν ἕτε ρον, σεαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράττεις ὁ κρίνων. ΚΕΦ. Ηʹ. Καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου. Ἔν τισι δὲ γέγραπται, Χεὶρ Κυρίου Κυρίου. Καί γε ἐν ἄλ λοις εἰρήκαμεν, ὅτι πολλαχοῦ τὸ ἐκφωνούμενον ἐν τῇ Κύριος φωνῇ τὸ σεβάσμιον παρ' Ἑβραίοις ἐστὶν ὄνομα τοῦ Θεοῦ, ὅ τι περ οὐ ταχέως προφέρονται. Πλὴν ἔσθ' ὅτε τὸ κύριος τάσσεται καὶ ἐπὶ τῶν δού λων κυρίου. Ἔνθα οὖν κεῖται τὸ, Κύριος Κύριος, χρὴ εἰδέναι, ὅτι τὸ μὲν ἕτερον οἱονεὶ τὸ κύριον ὄνομα καὶ ἄῤῥητόν ἐστι τοῦ Θεοῦ· τὸ δὲ λοιπὸν τὸ, Κύριος, Ἑβραίοις Ἀδωναῒ, ἐπὶ τοῦ Κυρίου τάσσουσιν, ὁτὲ μὲν προφερόμενοι τὴν φωνὴν ἐπὶ τοῦ ἀῤῥήτου ὀνόματος, ὁτὲ δὲ οἱονεὶ ἐπὶ τοῦ Κυρίου τῶν δούλων. Τὸ οὖν Ἀδωναῒ Κύριος τῷ νοήσαντι τὰ εἰρημένα περὶ τοῦ ἀῤῥήτου ὀνόματος οὐδὲν διαφέρει τοῦ Κύριος, ὡς ἐκδεδώκαμεν. Καὶ ἀνέλαβέ με τῆς κορυφῆς μου. Πλειόνων οὐ σῶν καὶ τῶν ἐσωτέρων πυλῶν, καὶ τῆς μὲν βλεπού σης πρὸς νότον, τῆς δὲ πρὸς ἀνατολὰς, καὶ ἄλλης πρὸς δυσμὰς, ἄγεται ἐπὶ τὴν βλέπουσαν πρὸς βοῤ ῥᾶν, ἵν' ἐκεῖθεν ἀναβλέψας ἴδῃ τὰ ἐπιφερόμενα κατὰ τῶν ἐν τῷ βορειοτικῷ τούτῳ κόσμῳ ἁμαρτανόντων. Εἰσὶ γὰρ καὶ ἄλλοι κόσμοι ἐν τῇ γῇ, ὡς δείκνυσι μὲν καὶ τὰ μαθήματα· φησὶ δὲ καὶ ὁ Κλήμης· Ὠκεανὸς ἀπέρατος ἀνθρώποις, καὶ οἱ μετ' αὐτὸν κόσμοι τοσαύταις διαταγαῖς τοῦ ∆εσπότου διοικοῦνται. Καὶ ἐπεὶ πολλαὶ αἱ ἁμαρτίαι εἰσὶ τῶν ἐν τῷ προειρη μένῳ πρὸς βοῤῥᾶν κόσμῳ, διὰ τοῦτο ἐστὶ πρὸς τοῖς προθύροις πύλης τῆς προτέρας τῆς βλεπούσης πρὸς βοῤῥᾶν στήλη τῆς εἰκόνος τοῦ ζήλου, ὃν ζηλοῖ ὁ λέ γων· Ἐγὼ Θεὸς ζηλωτής. Καὶ διὰ τούτου γε ζήλου τοὺς διὰ τὴν κακίαν ἀπαλλοτριωτάτους ἰδιοποιεῖται κτώμενος αὐτούς. Παρὰ μὲν οὖν ἀνθρώποις οὐχ ὁ πρωτότυπός ἐστι ζῆλος, ἀλλ' εἰκὼν τοῦ ζήλου ἐνερ γοῦσα ἢ οἰκονομοῦσα τὰς κολάσεις. Ἐν δὲ τῷ δια βόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ οὐκ ἔστιν εἰκὼν ζήλου, ἀλλ' αὐτόζηλος. Ἴδε τὰς ἀνομίας τὰς πονηρὰς ἃς αὐτοὶ ποιοῦ 13.797 σι. Ποιοῦσιν εἴδωλα οἱ ἁμαρτάνοντες πρεσβύτεροι ἔνδον ἑαυτῶν κατασκευάζοντες διὰ μὲν τοῦ τῆς κα κίας ἰοῦ πᾶσαν ὁμοίωσιν ἑρπετοῦ, διὰ δὲ τῆς ἀκολά στου ἐπιθυμίας πᾶσαν ὁμοίωσιν κτήνους. Εἰ δὲ καὶ ψευδοδοξήσαιεν περὶ τῶν θείων, μάταια βδελύγματα κατασκευάζουσι· πᾶν γὰρ τὸ περὶ τῶν θείων ψεῦδος, ἅτε ἀσεβὲς τυγχάνον, καὶ μάταιόν ἐστι βδέλυγμα. Εἰσὶ δέ τινες, τοὺς, ἵν' οὕτως εἴπω, τοίχους τοῦ οἴ κου τῆς ψυχῆς ὅλους διαγεγραμμένους ἔχοντες πάσῃ ὁμοιώσει ἑρπετοῦ καὶ κτήνους, καὶ ματαίοις βδελύ γμασι, καὶ τούτοις δουλεύοντες, καὶ ὡς θεοῖς θύοντες καὶ θυμιῶντες, ὥστε τὴν ἀτμίδα τοῦ θυμιάματος ἀναβαίνειν, τουτέστι τὸ περὶ αὐτῶν θαῦμα ὑψούμε νον καὶ ἐπαιρόμενον ὑπ' αὐτῶν. Ἐγγράφουσι δὲ ταῦτα ταῖς διανοίαις αὐτῶν κύκλῳ, μηδένα κενὸν καταλείποντες κακῶν ἐν αὐτοῖς τόπον, ὡς δι' ὅλον εἶ ναι