1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

10

Πᾶς ὁ γράφων με καὶ γράφειν Χριστὸν θέλε, ἐπείπερ αὐτὸς συμπέπλεκταί μοι

πάθει· ἐμοῦ γὰρ ἐχθρὸς καὶ καθαιρέτης πέλει ὁ μὴ γράφων ἐκεῖνον, εἰ καί με γράφει.

60 Μονόστιχον Βροτοὺς δαδουχῶ καὶ σκοταρχοῦντας φλέγω.

61 Εἰς τὸν Πρόδρομον Εἰκὼν ὑπάρχω τοῦ σεβαστοῦ Προδρόμου καὶ τοὺς πόθῳ με προσκυνοῦντας

ἀξίως, ὡς εἰς ἐκεῖνον τὴν τιμὴν ποιουμένους, σώους φυλάττω αἱρετιζόντων πλάνης.

62 Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Θεολόγον

Βροντῆς τὸν υἱόν, ἀστραπὴν τὴν τοῦ Λόγου, ὁρῶν σε γραπτὸν φωτιοῦμαι τοὺς νόας· σὺ γὰρ προσάψας πυρσὸν ἀφθάστων λόγων φθάνεις λύσαι τὸν κόσμον ἐκ σκότους πλάνης.

63 Εἰς τὸν ἅγιον Παῦλον τὸν ἀπόστολον

Χαίροις, δοχεῖον γνώσεως Θεοῦ μέγα, ἐξ οὗ τὰ θεῖα πάντες ἀντλοῦσι σφόδρα·

ἐκ γὰρ πλάνης σὺ κόσμον ἐκσπάσας ὅλον εἰς ὕψος ἦλθες, οὐρανὸν τρίτον φθάσας.

64 Εἰς τὸν ἅγιον Ζαχαρίαν

Σὺ τῶν προφητῶν τὸν μέγιστον αὐγάσας Θεοῦ προφήτης χρηματίζεις καὶ θύτης· καρπὸν δὲ θεῖον προσφέρων τῷ ∆εσπότῃ θύῃ μαχαίρᾳ πρὸ τραπέζης Κυρίου.

65 Εἰς τὸν ἅγιον ∆ιονύσιον

Πολὺς τὰ θεῖα χρηματίζων, τρισμάκαρ, τοὺς ἀγγέλους σὺ μυστικῶς

διαγράφεις· καὶ συμπεραίνων πᾶσαν ἱεραρχίαν τὸν κόσμον ἔνθεν δογμάτων πληροῖς πλάτει.

66 Εἰς τὸν ἅγιον Βασίλειον

Ἤστραψας αἴγλῃ τοῦ φαεινοῦ σου βίου καὶ φαιδρύνεις τὸν κόσμον ἔργοις

καὶ λόγοις· λαβὼν δὲ τὰς κλεῖς καὐτὸς ὡς Πέτρος νέος φύλαξ ὑπάρχεις τῆς πάσης ἐκκλησίας.

67 Εἰς τὸν ἅγιον Γρηγόριον τὸν Θεολόγον

Βροντῶν τὰ θεῖα τῇ βοῇ τῶν δογμάτων ἤχησας ὄντως τὴν ὑπουρανόν,

μάκαρ· καὶ πάσας ἀπρὶξ μωράνας τὰς αἱρέσεις τὸν κόσμον ἐστήριξας ἐν τοῖς σοῖς λόγοις. 68 Εἰς τὸν ἅγιον Γρηγόριον τὸν Θαυματουργόν Ὡς ἥλιός τις ἐν βίῳ λάμψας